# De sancto Meletio Antiocheno 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancto Meletio Antiocheno, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-sancto-meletio-antiocheno/2.1

Ἄξιον δὲ μηδὲ ἐκεῖνο παραδραμεῖν, ὃ περὶ τὴν δίωξιν αὐτὴν συνέβαινεν. Ἐπειδὴ γὰρ ὁ τῆς πόλεως ἄρχων τὸ ὄχημα ἐλαύνων διὰ μέσης ἐξῄει τῆς ἀγορᾶς, πλησίον αὐτοῦ τὸν ἅγιον καθίσας ἐκεῖνον, νιφάδες λίθων πανταχόθεν ἐφέροντο ἐπὶ τὴν τοῦ ἄρχοντος κεφαλὴν, οὐ φερούσης τῆς πόλεως τὸν χωρισμὸν, ἀλλ' αἱρουμένης καὶ τῆς παρούσης ἐκπεσεῖν ζωῆς, ἢ τὸν ἅγιον ἐκεῖνον ἀποσπώμενον ἰδεῖν. Τί οὖν ὁ μακάριος ἐκεῖνος τότε ἐποίησεν; Ἰδὼν τὰς τῶν λίθων βολὰς τοῖς ἱματίοις τοῖς ἑαυτοῦ περιβαλὼν ἀπέκρυψε τοῦ ἄρχοντος τὴν κεφαλὴν, ὁμοῦ τε τοὺς ἐχθροὺς τῇ τῆς ἐπιεικείας ἐντρέπων ὑπερβολῇ, καὶ τοὺς αὑτοῦ μαθητὰς παιδεύων, ὅσην περὶ τοὺς ἀδικοῦντας ἀνεξικακίαν ἐπιδείκνυσθαι χρή· καὶ ὡς οὐ μόνον οὐδὲν αὐτοὺς ἐργάζεσθαι δεινὸν προσῆκεν, ἀλλ' εἰ καὶ παρ' ἑτέρων αὐτοῖς ἐπῄει κίνδυνος, καὶ τοῦτον μετὰ πάσης ἀποκρούεσθαι τῆς σπουδῆς. Τίς οὐκ ἔφριξε τότε, καὶ τῆς πόλεως τὸν μανικὸν ὁρῶν ἔρωτα, καὶ τοῦ διδασκάλου τὴν ἄκραν φιλοσοφίαν, καὶ τὴν ἐπιείκειαν, καὶ τὴν πρᾳότητα καταπληττόμενος; καὶ γὰρ ἦν παράδοξα τὰ τότε συμβαίνοντα. Ὁ ποιμὴν ἀπηλαύνετο, καὶ τὰ πρόβατα οὐκ ἐσκορπίζετο· ὁ κυβερνήτης ἐξεβάλλετο, καὶ τὸ σκάφος οὐκ ἐβαπτίζετο· ὁ γεωργὸς ἐδιώκετο, καὶ ἡ ἄμπελος ἐκαρποφόρει πλέον. Ἐπειδὴ γὰρ τῷ συνδέσμῳ τῆς ἀγάπης πρὸς ἀλλήλους ἦτε συνδεδεμένοι, οὐ πειρασμῶν ἐπαγωγαὶ, οὐ κινδύνων ἐπαναστάσεις, οὐχ ὁδοῦ μῆκος, οὐ χρόνου πλῆθος, οὐκ ἄλλο οὐδὲν ἴσχυσεν ὑμᾶς διαστῆσαι τῆς συνουσίας τοῦ μακαρίου ποιμένος· ἀλλ' ἐξεβάλλετο μὲν, ὥστε μακρὰν γενέσθαι τῶν τέκνων, συνέβαινε δὲ τοὐναντίον. Μᾶλλον γὰρ ὑμῖν συνεσφίγγετο τοῖς τῆς ἀγάπης δεσμοῖς· καὶ πᾶσαν τὴν πόλιν μεθ' ἑαυτοῦ λαβὼν εἰς Ἀρμενίαν ἀπῄει. Τὸ μὲν γὰρ σῶμα ἐπὶ τῆς πατρίδος ἵδρυτο· ὁ λογισμὸς δὲ καὶ ὁ νοῦς ὥσπερ ὑπό τινων πτερῶν κουφιζόμενος τῆς τοῦ Πνεύματος χάριτος, καὶ διὰ παντὸς ὑμῖν ἐπιχωριάζων, ἅπαντα τοῦτον τὸν δῆμον ἐν τοῖς ἐκείνου περιέφερε σπλάγχνοις, ὃ δὴ καὶ ὑμεῖς ἐπάσχετε. Καθήμενοι γὰρ ἐνταῦθα καὶ τῇ πόλει περιγραφόμενοι, τῷ πνεύματι τῆς ἀγάπης εἰς Ἀρμενίαν καθ' ἑκάστην ἱπτάμενοι τὴν ἡμέραν, καὶ τὴν ἁγίαν ὄψιν ὁρῶντες, καὶ τῆς ἡδίστης καὶ μακαρίας φωνῆς ἀκούοντες οὕτως ἐπανῄειτε πάλιν. Καὶ διὰ ταύτην συνεχώρησεν ὁ Θεὸς τὴν αἰτίαν εὐθέως αὐτὸν ἀπελαθῆναι τῆς πόλεως, ἵνα καὶ ὑμῶν, ὥσπερ ἔφθην εἰπὼν, τὸ στεῤῥὸν τῆς πίστεως ἐπιδείξῃ τοῖς ὑμᾶς πολεμοῦσιν ἐχθροῖς, κἀκείνου τὸ περὶ τὴν διδασκαλίαν ἔμπειρον. Καὶ δῆλον ἐκεῖθεν. Μετὰ γὰρ τὴν πρώτην δίωξιν ἐπανελθὼν οὐχὶ τριάκοντα ἡμέρας μόνον, ἀλλὰ καὶ μῆνας, καὶ ἐνιαυτὸν, καὶ ἕνα, καὶ δύο, καὶ πλείους ἐνταῦθα διέτριψεν. Ἐπειδὴ γὰρ ἱκανὴν ἐδώκατε τῆς περὶ τὴν πίστιν στεῤῥότητος ἀπόδειξιν, ἔδωκεν ὑμῖν μετὰ ἀδείας ἐντρυφῆσαι τῷ πατρὶ πάλιν. Καὶ γὰρ τρυφὴ ἦν μεγίστη τὸ τῆς ἁγίας ὄψεως ἀπολαύειν ἐκείνης. Οὐ γὰρ δὴ διδάσκων μόνον, οὐδὲ φθεγγόμενος, ἀλλὰ καὶ ὁρώμενος ἁπλῶς, ἱκανὸς ἦν ἅπασαν ἀρετῆς διδασκαλίαν εἰς τὴν τῶν ὁρώντων ψυχὴν εἰσαγαγεῖν. Ὅτε γοῦν πρὸς ὑμᾶς εἰσήλαυνε, καὶ πᾶσα ἡ πόλις πρὸς τὴν ὁδὸν μεθωρμίζετο, οἱ μὲν πλησίον ἤρχοντο, καὶ ποδῶν ἥπτοντο, καὶ χεῖρας κατεφίλουν, καὶ φωνῆς ἤκουον· οἱ δὲ ὑπὸ τοῦ πλήθους κωλυόμενοι καὶ πόῤῥωθεν αὐτὸν ὁρῶντες μόνον, ὥσπερ ἱκανὴν ἀπὸ τῆς ὄψεως δεξάμενοι τὴν εὐλογίαν, καὶ οὐδὲν ἔλαττον τῶν ἐγγὺς γενομένων ἐσχηκότες, οὕτω μετὰ πληροφορίας ἁπάσης ἀπῄεσαν· καὶ ὅπερ ἐπὶ τῶν ἀποστόλων ἐγίγνετο, τοῦτο καὶ ἐπὶ τούτου συνέβαινε. Καθάπερ γὰρ ἐπὶ τῶν ἀποστόλων ὅσοι προσελθεῖν καὶ ἐγγὺς γενέσθαι οὐκ ἴσχυον, τῆς σκιᾶς αὐτῶν ἐκτεινομένης, καὶ τῶν πόῤῥωθεν ἁπτομένης, τὴν αὐτὴν ἐπεσπῶντο χάριν, καὶ ὁμοίως ὑγιαίνοντες ἀπῄεσαν· οὕτω δὴ καὶ νῦν ὅσοι προσελθεῖν οὐκ ἴσχυον, ὥσπερ τινὸς δόξης πνευματικῆς ἀπὸ τῆς ἁγίας ἐκείνης κεφαλῆς ἐκπεμπομένης, καὶ πρὸς τοὺς ποῤῥωτάτω διικνουμένης αἰσθανόμενοι, πάσης εὐλογίας ἀπὸ τῆς θεωρίας μόνης πληρούμενοι πάντες ἀπῄεσαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancto Meletio Antiocheno. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg039.local001/.
