# De sancto Meletio Antiocheno 3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancto Meletio Antiocheno, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-sancto-meletio-antiocheno/3.1

Ἐπεὶ δὲ ἔδοξε τῷ κοινῷ τῶν ὅλων Θεῷ καλέσαι λοιπὸν αὐτὸν ἐκ τῆς παρούσης ζωῆς, καὶ εἰς τὸν τῶν ἀγγέλων κατατάξαι χορόν· οὐδὲ τοῦτο ἁπλῶς ἐγίνετο, ἀλλὰ καλεῖ μὲν αὐτὸν βασιλέως γράμματα, τοῦ Θεοῦ τὸν βασιλέα κινήσαντος· καλεῖ δὲ αὐτὸν οὐκ ἐγγύς που οὐδὲ πλησίον, ἀλλ' εἰς τὴν Θρᾴκην αὐτὴν, ἵνα καὶ Γαλάται, καὶ Βιθυνοὶ, καὶ Κίλικες, καὶ Καππαδόκαι, καὶ οἱ τὴν Θρᾴκην προσοικοῦντες ἅπαντες τὰ ἡμέτερα μάθωσιν ἀγαθά· ἵνα οἱ πανταχοῦ τῆς γῆς ἐπίσκοποι ὥσπερ εἰς ἀρχέτυπον εἰκόνα τὴν ἁγιωσύνην ἰδόντες τὴν ἐκείνου, καὶ παράδειγμα σαφὲς τῆς κατὰ τὴν ἀρχὴν ταύτην διακονίας ἐξ ἐκείνου λαβόντες, κανόνα τινὰ, καθ' ὃν δεῖ τὰς Ἐκκλησίας οἰκονομεῖν καὶ κυβερνᾷν, ἔχωσιν ἀσφαλῇ καὶ σαφέστατον. Καὶ γὰρ διὰ τὸ τῆς πόλεως μέγεθος καὶ διὰ τὴν τοῦ βασιλέως προσεδρίαν πολλοὶ πολλαχόθεν τῆς οἰκουμένης ἐκεῖ συνέῤῥεον τότε· οἱ δὲ τῶν Ἐκκλησιῶν ἐπίσκοποι διὰ τὸ τὰς Ἐκκλησίας ἐκ μακροῦ πολέμου καὶ χειμῶνος ἀνενεγκούσας ἀρχὴν εἰρήνης καὶ γαλήνης λαμβάνειν, βασιλικοῖς ἐκεῖ γράμμασιν ἐκαλοῦντο πάντες. Τότε τοίνυν καὶ οὗτος ἐκεῖ παραγίνεται. Καὶ καθάπερ ἐπὶ τῶν τριῶν παίδων, ἡνίκα ἀνακηρύττεσθαι ἔμελλον, καὶ στεφανοῦσθαι, σβέσαντες τὴν τοῦ πυρὸς δύναμιν, καταπατήσαντες τοῦ τυράννου τὸν τῦφον, ἅπαν ἀσεβείας εἶδος ἐλέγξαντες, ἐκ τῆς οἰκουμένης αὐτοῖς τὸ θέατρον ἐκάθητο πάσης (οἱ γὰρ πανταχοῦ γῆς σατράπαι, καὶ ὕπατοι, καὶ τοπάρχαι ἐκαλοῦντο μὲν δι' ἑτέραν αἰτίαν, ἐγίγνοντο δὲ θεαταὶ τῶν ἀθλητῶν ἐκείνων)· οὕτω δὴ καὶ τότε συνέβαινεν, ὥστε γενέσθαι λαμπρὸν τῷ μακαρίῳ τὸ θέατρον· ἐπ' ἄλλῃ κληθέντες αἰτίᾳ οἱ τὰς πανταχοῦ γῆς οἰκονομοῦντες Ἐκκλησίας ἐπίσκοποι παρεγένοντο, καὶ τὸν ἅγιον ἐθεώρουν ἐκεῖνον. Καὶ ἐπειδὴ ἐθεάσαντο, καὶ κατέμαθον αὐτοῦ ἀκριβῶς τὴν εὐλάβειαν, τὴν σοφίαν, τὸν ζῆλον τῆς πίστεως, πᾶσαν ἀπηρτισμένην ἐν αὐτῷ τὴν ἱερεῖ πρέπουσαν ἀρετὴν, τότε αὐτὸν πρὸς ἑαυτὸν ἐκάλεσεν ὁ Θεός. Ἐγίνετο δὲ τοῦτο καὶ διὰ φειδῶ τῆς πόλεως τῆς ἡμετέρας. Εἰ γὰρ ἐνταῦθα τὴν ψυχὴν ἀφῆκεν, ἀφόρητος ἔμελλεν ὁ τῆς συμφορᾶς ὄγκος ἔσεσθαι. Τίς γὰρ ἂν ἠνέσχετο τὸν μακάριον ἐκεῖνον ἰδεῖν τὰς ἐσχάτας ἀναπνέοντα ἀναπνοάς; τίς ἂν ἠνέσχετο ἰδεῖν τὰ βλέφαρα ἐκεῖνα τῶν ὀφθαλμῶν καθαιρούμενα, καὶ στόμα συγκλειόμενον ἔσχατα ῥήματα ἐπισκῆπτον; τίς βλέπων ταῦτα οὐκ ἂν ἐξέστη τῷ μεγέθει τῆς συμφορᾶς; Ἵν' οὖν μὴ τοῦτο γένηται, ᾠκονόμησεν ὁ Θεὸς ἐπ' ἀλλοτρίας αὐτὸν ἀφεῖναι τὴν ψυχὴν, ἵν' ἐν τῷ μεταξὺ χρόνῳ προμελετήσαντες τὴν συμφορὰν, ὅταν ἴδωμεν εἰσελθόντα τὸν νεκρὸν, μὴ καταπλαγῶμεν τὴν ψυχὴν, ἐνεθισθείσης τῷ θρήνῳ τῆς διανοίας· ὃ δὴ καὶ ἐγένετο. Ἐπειδὴ γὰρ τὸ ἅγιον ἐκεῖνο σῶμα ἡ πόλις ἐδέξατο, ἐπένθησε μὲν καὶ οὕτω, καὶ ἀνωλόλυξε μέγα· ἀλλὰ ταχέως κατέλυσε τὸ πένθος, ἀπό τε τῆς εἰρημένης αἰτίας, καὶ τῆς μελλούσης ῥηθήσεσθαι. Ὁ γὰρ φιλάνθρωπος Θεὸς κατελεήσας ἡμᾶς τῆς ὀδύνης, ταχέως ἡμῖν ἕτερον ποιμένα ἀνέδειξε, μετὰ πολλῆς ἀκριβείας τοὺς ἐκείνου διατηροῦντα χαρακτῆρας, καὶ τὴν εἰκόνα τῆς ἀρετῆς διασώζοντα πάσης· ὃς καὶ ἐπὶ τὸν θρόνον ἀναβὰς, εὐθέως τὴν πενθήρη στολὴν ἡμᾶς ἀπέδυσε, καὶ τὴν ὀδύνην ἔσβεσε, τὴν δὲ τοῦ μακαρίου μνήμην ἀνενέωσε μᾶλλον. Καὶ τὸ μὲν ἄλγος ἐμαραίνετο, ὁ δὲ ἔρως σφοδρότερον ἀνήπτετο, καὶ ἡ ἀθυμία τέλεον ἀνῃρεῖτο· καίτοι γε ἐν ταῖς ἀποβολαῖς τῶν φιλτάτων οὐχ οὕτω συμβαίνειν εἴωθεν· ἀλλ' ὅταν τις υἱὸν ποθεινὸν, ἢ καὶ ἄνδρα αἰδέσιμον ἀποβάλῃ γυνὴ, ἕως μὲν ἂν αὐτοῦ διατηρῇ τὴν μνήμην ζέουσαν, καὶ τὸ πένθος σφοδρότερον ἐντρέφεται τῇ ψυχῇ· ὅταν δὲ χρόνος ἐπεισελθὼν καταμαλάξῃ τὸ πένθος, συναπεσβέσθη τῇ σφοδρότητι τῆς ὀδύνης καὶ τὸ τῆς μνήμης ἀκμάζον· ἐπὶ δὲ τοῦ μακαρίου τούτου τοὐναντίον ἐγίγνετο· ἡ μὲν ἀθυμία παντελῶς ἐξεβάλλετο, ἡ δὲ μνήμη οὐ συναπῄει τῇ λύπῃ, ἀλλὰ σφοδρότερον ηὔξετο. Καὶ μάρτυρες ὑμεῖς οἱ μετὰ τοσοῦτον χρόνον καθάπερ μέλισσαι κηρίῳ περιιπτάμενοι τῷ σώματι τοῦ μακαρίου Μελετίου· τὸ δὲ αἴτιον οὐ φύσεως ἦν τὸ πρὸς ἐκεῖνον φίλτρον, ἀλλὰ κρίσεως ὀρθῆς λογισμός. Διὰ τοῦτο οὐκ ἐσβέσθη θανάτῳ, οὐκ ἠμαυρώθη χρόνῳ· ἀλλ' αὔξεται, καὶ πρὸς τὸ μεῖζον ἐπιδίδωσιν· οὐχὶ τῶν ἑωρακότων μόνον ὑμῶν αὐτὸν, ἀλλὰ καὶ τῶν οὐκ εἰδότων. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι καὶ ὅσοι νεώτεροι τῆς ἐκείνου ζωῆς γεγόνασι, καὶ οὗτοι αὐτοὶ πρὸς τὸν αὐτὸν ἐκκαίονται πόθον. Ὑμεῖς μὲν οὖν οἱ πρεσβῦται πλεονεκτεῖτε τῶν οὐχ ἑωρακότων αὐτὸν αὐτὸ δὴ τοῦτο τὸ συγγενέσθαι, καὶ τῆς ἁγίας ἀπολαῦσαι συνουσίας· οἱ δὲ οὐχ ἑωρακότες πλεονεκτοῦσιν ὑμῶν, ὅτι μὴ τεθεαμένοι τὸν ἄνδρα, ὑμῶν τῶν ἑωρακότων οὐκ ἐλάττονα περὶ αὐτὸν ἐπιδείκνυνται πόθον. Εὐξώμεθα δὴ κοινῇ πάντες, ἄρχοντες καὶ ἀρχόμενοι, γυναῖκες καὶ ἄνδρες, πρεσβῦται καὶ νέοι, δοῦλοι καὶ ἐλεύθεροι, αὐτὸν τὸν μακάριον Μελέτιον κοινωνὸν τῆς εὐχῆς ταύτης λαβόντες (καὶ γὰρ πλείων αὐτῷ παῤῥησία νῦν, καὶ θερμότερον πρὸς ἡμᾶς τὸ φίλτρον), αὐξηθῆναι ταύτην ἡμῖν τὴν ἀγάπην, καὶ καταξιωθῆναι πάντας ἡμᾶς, καθάπερ ἐνταῦθα πλησίον τῆς λάρνακος ταύτης ἐσμὲν, οὕτω κἀκεῖ δυνηθῆναι γενέσθαι πλησίον τῆς αἰωνίας αὐτοῦ σκηνῆς, καὶ τῶν ἀποκειμένων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De sancto Meletio Antiocheno. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg039.local001/.
