# De virginitate 5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De virginitate, Sect 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/de-virginitate/5

Ὅτι καὶ μοιχείας ἀκαθαρτοτέρα ἡ τῶν αἱρετικῶν παρθενία. Καὶ γὰρ ἀσελγείας ἁπάσης ἡ τῶν αἱρετικῶν σωφροσύνη χείρων ἐστίν. Ἐκείνη μὲν γὰρ μέχρις ἀνθρώπων ἵστησι τὴν ἀδικίαν, αὕτη δὲ τῷ Θεῷ μάχεται καὶ τὴν ἄπειρον ὑβρίζει σοφίαν. Τοιαύτας τοῖς αὐτὸν θεραπεύουσιν ὁ διάβολος ἵστησι τὰς πάγας. Ὅτι γὰρ τῆς ἐκείνου πονηρίας ἐστὶν ἀκριβῶς εὕρημα ἡ τῶν αἱρετικῶν παρθενία, οὐκ ἐμὸς ὁ λόγος ἀλλὰ τοῦ τὰ νοήματα αὐτοῦ οὐκ ἀγνοοῦντος. Τί οὖν οὗτός φησιν; «Τὸ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων ἐν ὑποκρίσει ψευδολόγων κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν.» Πῶς οὖν παρθένος ἡ τῆς πίστεως ἀποστᾶσα, ἡ τοῖς πλάνοις προσέχουσα καὶ τοῖς δαίμοσι πειθομένη καὶ τιμῶσα τὸ ψεῦδος; Πῶς παρθένος ἡ κεκαυτηριασμένη τὴν συνείδησιν; Τὴν γὰρ παρθένον οὐ τῷ σώματι μόνον καθαρὰν εἶναι δεῖ ἀλλὰ καὶ τῇ ψυχῇ, εἴ γε μέλλοι τὸν ἅγιον ὑποδέχεσθαι νυμφίον. Αὕτη δὲ μετὰ τοσούτων καυτήρων πῶς ἂν εἴη καθαρά; Εἰ γὰρ καὶ φροντίδας βιωτικὰς ἀπελαύνειν τούτου χρὴ τοῦ νυμφῶνος ὡς οὐκ ἐνὸν μετ' ἐκείνων εὐσχήμονα εἶναι, πῶς φρονήματος ἀσεβοῦς ἔνδον στρεφομένου τὸ τῆς παρθενίας διασωθῆναι δυνήσεται κάλλος;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De virginitate. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg009.local001/.
