Ancient Greek · ~3 min
Pg 728
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Encomium in sanctum Joannem evangelistam [Sp.] 728
Not analysed yet
ἠδυνήθησαν; ἦλθεν ἄνεμος, ἔπνευσε, τὰ κύματα προσέρρηξε τῇ οἰκοδομῇ τουτέστι τῇ πίστει καὶ οὐ κατέπεσε· πύργος γὰρ ἦν ᾠκοδομημένος ἐπὶ τὴν πέτραν, πανταχόθεν περικρουόμενος καὶ μηδέπω καταπίπτων. Ἐπὶ τῆς πέτρας ταύτης οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς. Ἐπανέστησαν βασιλεῖς, ἐπανέστησαν τύραννοι, γεγόνασι κατὰ χριστιανῶν πόλεμοι· τύραννοι καὶ θεομάχοι πολλάκις ἐνέρρηξαν κατὰ τῶν χριστιανῶν τὴν τυραννίδα ἀλλ' οὐκ ἠδυνήθησαν μίαν τρίχα ἐξαλεῖψαι τοῦ εὐαγγελίου. Ἐν ἀρχῇ ἦν ὁ Λόγος· οὐ τῷ αἰῶνι συμπαραπεμπόμενος· πάντας νικῶν, πάντας παιδεύων καὶ τῷ αἰῶνι συνεκτεινόμενος Λόγος, τὴν γῆν οὐρανὸν ἐργαζόμενος καὶ πολλοὺς υἱοὺς τῷ Πατρὶ κατὰ χάριν προσενέγκας ᾧ πρέπει δόξα, τιμή, κράτος, μεγαλωσύνη καὶ μεγαλοπρέπεια σὺν τῷ, ἀνάρχῳ Πατρὶ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν».