Ancient Greek
Version 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistula ad Caesarium [Sp.] 2.2
Not analysed yet
Τοῦ αὐτοῦ Ἑρμηνεύοντες δὲ οἱ ἅγιοι τήν τε διαίρεσιν καὶ τὴν διαφορὰν λέγουσι· διαίρεσίς ἐστι τὸ μὴ διαμπάξ, ἤτοι διόλου, τὰ ὑποκείμενα τέμνουσα καὶ ἰδίᾳ καὶ ἀνὰ μέρος καθ' ἑαυτὰ ὑφεστῶτα καὶ ἀλλήλων κεχωρισμένα τιθεῖσα, διαφορὰ δὲ λόγος, καθ' ὃν ἀλλήλων διαφέρει τὰ ὑποκείμενα, τουτέστι τὸ εἶναι τὴν σάρκα τῇ φύσει καὶ τῇ οὐσίᾳ, ὅπερ ἐστὶ καὶ τὸ εἶναι πάλιν τὸν Θεὸν λόγον τῇ φύσει καὶ τῇ οὐσίᾳ, ὅπερ ἐστί.