Ancient Greek · ~5 min
Βαλεντίνῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Βαλεντίνῳ.-2
Not analysed yet
Τί τοῦτο; Εἰδὼς ὅπως σου χαίρομεν τοῖς ἀγαθοῖς, καὶ σκιρτῶμεν ἐπὶ ταῖς σαῖς εὐδοκιμήσεσι, καὶ πρὸ πάντων ὀφείλων ἡμῖν δηλῶσαι τῆς τιμῆς τὸ μέγεθος, εἰς ὃ νῦν ἀνέβης, ὑπέμεινας ἡμᾶς πρότερον παρ' ἑτέρων μαθεῖν τοῦτο, καὶ οὐ νομίζεις δεῖσθαί σοι πολλῆς εἰς τοῦτο ἀπολογίας, ὅτι ἠνέσχου, τό γε σὸν μέρος, τοσοῦτον χρόνον ἡμᾶς ζημιῶσαι εὐφροσύνης μέγεθος τηλικοῦτον; Τὸ μὲν γὰρ ἀξίωμά σου τὸ ἀληθὲς, καὶ ἡ μεγίστη σου ἀρχὴ, τῆς ψυχῆς σού ἐστιν ἡ ἀρετή. Ἀλλ' ἐπειδὴ καὶ τούτοις τοῖς βιωτικοῖς εἰς τὴν ἐκείνης ὠφέλειαν κεχρῆσθαι μεμελέτηκας, καὶ ὅσῳ ἂν γένῃ δυνατώτερος, τοσούτῳ λιμὴν εὐρύτερος τοῖς δεομένοις καθίστασαι, διὰ τοῦτο νῦν χαίρομεν, καὶ σκιρτῶμεν, ἀλλ' ὅμως οὐκ ἀφίεμέν σε τοῦ τῆς σιγῆς ἐγκλήματος. Πῶς οὖν ἡμῖν ἀπολογήσῃ καλῶς; Τῇ πυκνότητι τῶν ἐπιστολῶν, καὶ τῷ συνεχῶς τὰ περὶ τῆς ὑγείας ἡμῖν δηλοῦν τῆς σῆς καὶ τοῦ οἴκου σου παντός. Ἐπεὶ οὖν σε καὶ τὸν τρόπον τῆς ἀπολογίας ἐδιδάξαμεν, προστίθει τὰ παρὰ σαυτοῦ λοιπόν. Εἰ γὰρ καὶ μετὰ τὴν ἐπιστολὴν ταύτην μένεις σιγῶν, γραψόμεθά σε ῥᾳθυμίας πολλῆς, καὶ ἀλγήσομεν. Οἶδα δὲ σαφῶς ὅτι πικροτάτην ταύτην ἡγήσῃ διδόναι δίκην, τὸ ἀλγεῖν ἐπὶ τούτοις ἡμᾶς, ἐπειδὴ οἶδα πῶς καὶ φιλεῖν ἡμᾶς γνησίως καὶ θερμῶς ἐσπούδακας.