# Epistulae 18-242 Βασσιανῇ.

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242, Βασσιανῇ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/epistulae-18-242/%CE%92%CE%B1%CF%83%CF%83%CE%B9%CE%B1%CE%BD%E1%BF%87.

Αὐτὴ μὲν μακρὸν ἐσίγησας χρόνον, καὶ ταῦτα ἔχουσα τὸν κύριόν μου τὸν τιμιώτατον καὶ εὐλαβέστατον Θεόδοτον τὸν διάκονον, δυνάμενον ῥᾳδίως εὑρίσκειν τοὺς ἐκεῖθεν ἐνταῦθα ἀφικνουμένους. Ἡμεῖς δὲ οὐδὲ ἐντεῦθεν ὑποπτεύομέν σου τὴν ἀγάπην, ὡς ῥᾳθυμοτέραν γεγενημένην περὶ ἡμᾶς· πολλὴν γὰρ αὐτῆς πεῖραν, καὶ διὰ πολλῶν εἰλήφαμεν, καὶ ἔγνωμεν αὐτῆς τὸ λαμπρὸν καὶ εἰλικρινὲς, τὸ γνήσιον καὶ ἀπερίτρεπτον. Διὸ κἂν γράφῃς, κἂν σιγᾷς, ὁμοίως διακείμεθά σου περὶ τὴν εὐγένειαν, καὶ θαῤῥοῦμεν περὶ τῆς διαθέσεως τῆς σῆς, ὡς ἀκεραίου καὶ ἀκραιφνοῦς μενούσης. Ἀλλ' ὅμως καὶ οὕτω διακείμενοι, σφόδρα βουλόμεθα συνεχῆ δέχεσθαι γράμματα παρ' ὑμῶν, εὐαγγελιζόμενα ἡμᾶς περὶ τῆς ὑγιείας τῆς ὑμετέρας, καὶ τοῦ οἴκου ὑμῶν παντός. Ἐπειδὴ καὶ σφόδρα ταύτης ἐπιθυμοῦμεν καὶ ἀντεχόμεθα, καθάπερ καὶ αὐτὴ οἶσθα. Ταῦτα οὖν εἰδυῖα, κυρία μου κοσμιωτάτη καὶ εὐγενεστάτη, χαρίζου τὴν χάριν ἡμῖν ταύτην, κούφην τε οὖσαν καὶ ῥᾳδίαν, καὶ εὔλογον, καὶ πολλὴν ἡμῖν καὶ ἐν ἐρημίᾳ καθημένοις παρέχουσαν τὴν παραμυθίαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg097.local001/.
