# Epistulae 18-242 Εὐλογίῳ ἐπισκόπῳ.

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242, Εὐλογίῳ ἐπισκόπῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/epistulae-18-242/%CE%95%E1%BD%90%CE%BB%CE%BF%CE%B3%CE%AF%E1%BF%B3%20%E1%BC%90%CF%80%CE%B9%CF%83%CE%BA%CF%8C%CF%80%E1%BF%B3.

Ἡμεῖς κἂν πρὸς αὐτὰς ἀφικώμεθα τῆς οἰκουμένης τὰς ἐσχατιὰς, ἐπιλαθέσθαι σου τῆς ἀγάπης οὐ δυνάμεθα, ἀλλὰ πανταχοῦ περιφέροντες ἄπιμεν· οὕτως ἡμᾶς εἷλες καὶ ἐχειρώσω, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, ἐπεὶ καὶ νῦν ἐν Κουκουσῷ καθήμενοι, τῷ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημοτάτῳ χωρίῳ, οὐ παυόμεθα διηνεκῶς τὴν χρηστότητα, τὴν γλυκύτητα, τὴν τῶν τρόπων ἐπιείκειαν, τὸ γνήσιον τῆς διαθέσεως, τὸ πεπυρωμένον, τὸ σφοδρὸν, τὸν ζῆλον τὸν φλογὸς σφοδρότερον, τὴν ἄλλην ἅπασάν σου ἀρετὴν ἀναλογιζόμενοι, καὶ τῶν λογισμῶν τούτων τῇ μνήμῃ ἐντρυφῶντες, καὶ πρὸς ἅπαντας ἀνακηρύττοντες τὸ στεῤῥὸν τῆς γνώμης, τὸ ἀπερίτρεπτον, ὅπερ ἐπεδείξω πρὸς τοὺς πολεμήσαντας ταῖς Ἐκκλησίαις καὶ τοσούτων σκανδάλων τὴν οἰκουμένην ἐμπλήσαντας· εἰ καὶ τὰ μάλιστα τοῦτο οὐ δεῖται τῆς ἡμετέρας γλώττης· σάλπιγγος γὰρ λαμπρότερον αὐτὸς πᾶσι τοῖς κατὰ τὴν ἀνατολὴν καὶ ποῤῥωτάτω οὖσι διὰ τῶν ἔργων αὐτῶν ἀνεβόησας. Ὑπὲρ τούτων χάριτας ὁμολογοῦμεν, μακαρίζομεν, θαυμάζομεν καὶ παρακαλοῦμεν τὸν αὐτὸν παραμεῖναι ζῆλον ἐπιδεικνύμενον. Οὐδὲ γὰρ ἴσον ἐστὶ, κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων, ὀρθότητα ἐπιδείκνυσθαι, καὶ πολλῶν ὄντων τῶν ἐπιχειρούντων καταλῦσαι τὰς Ἐκκλησίας μηδὲν ἐκεῖθεν παραλογίζεσθαι, ἀλλὰ μένειν ἀκλινῆ, τούτους ἀποστρεφόμενον μετὰ τῆς προσηκούσης ἀνδρείας. Οὐ γὰρ μικρὰ αὕτη, ἀλλὰ καὶ σφόδρα μεγίστη τῶν κακῶν διόρθωσις. Ὅτι δὲ τῆς σῆς εὐλαβείας οὕτω διακειμένης πάντες οἱ κατὰ τὴν Παλαιστίνην κύριοί μου τιμιώτατοι καὶ εὐλαβέστατοι ἐπίσκοποι ἕψονταί σου τοῖς ἴχνεσιν, οὐδὲν οἶμαι δεῖν ἀμφιβάλλειν. Οἶδα γὰρ σαφῶς ὅτι ἐν τοῖς τοιούτοις κατορθώμασιν ὥσπερ σῶμα συνεχὲς κεφαλῇ, οὕτως αὐτοὺς τῇ γλυκύτητί σου τῆς ἀγάπης συνῆψας καὶ συνδεδέσθαι παρεσκεύασας, ὅπερ καὶ τοῦτο μέγιστον δεῖγμα τῆς σῆς ἀρετῆς.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg097.local001/.
