Ancient Greek · ~5 min
Θεοδοσίῳ ἀπὸ δουκῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Θεοδοσίῳ ἀπὸ δουκῶν.
Not analysed yet
Πολλοῦ τοῦ μέλιτος τὴν ἐπιστολὴν ἀνέχρωσας, μᾶλλον δὲ καὶ μέλιτος αὐτὴν ἡδίω πεποίηκας. Τὸ μὲν γὰρ ὅταν συνεχέστερον ὁμιλήσῃ τοῖς ἀπολαύουσιν αὐτοῦ τῆς γλυκύτητος, οὐκ ἔτι ὁμοίως ἡδὺ φαίνεται, τοῦ κόρου τὴν τυραννίδα τῆς ἡδονῆς καταλύοντος· τὰ δὲ γράμματα τὰ σὰ τὴν ὑγίειαν ἡμῖν εὐαγγελιζόμενα τὴν σὴν, τοσοῦτον ἀπέχει τοῦτο παθεῖν, ὅτι καὶ ἐπιτείνει τότε μάλιστα ἡμῖν τὴν εὐφροσύνην, ὅταν συνεχέστερον πέμπηται. Σὺ μὲν οὖν τὴν ἐπιστολὴν περιεπτύξω τὴν ἐμήν· ἐγὼ δὲ αὐτόν σε τὸν πατέρα τῆς ἐπιστολῆς καὶ περιεπτυξάμην, καὶ περιέβαλον ἄμφω τὼ χεῖρε, καὶ τῷ τραχήλῳ περιχυθεὶς, καὶ τὴν φίλην ἐμοὶ φιλήσας κεφαλὴν, πολλὴν ἐκαρπωσάμην τὴν παραμυθίαν. Οὐδὲ γὰρ ἐπιστολὴν ἐνόμιζον σὴν ἐπιέναι μόνον, ἀλλὰ καὶ αὐτὸν παρεῖναι ἡμῖν καὶ συγγίνεσθαι. Τοσοῦτον ἴσχυσε τῆς ἐπιστολῆς ἡ δύναμις. Τοιοῦτον γὰρ τῆς γνησίας ἀγάπης ἡ φύσις· κἂν διὰ γραμμάτων αὐτῆς προχέῃ τὰ νάματα, αὐτὴν τὴν πηγὴν τῶν γραμμάτων φαντάζεσθαι παρασκευάζει· ὃ δὴ καὶ ἡμεῖς πεπόνθαμεν. Καὶ οὔτε χρόνου πλῆθος, οὔτε ὁδοῦ μῆκος, οὔτε πραγμάτων περίστασις, οὔτε ἄλλο οὐδὲν πρὸς τοῦτο κώλυμα γέγονεν ἡμῖν. Ταῦτ' οὖν εἰδὼς, δέσποτά μου θαυμασιώτατε, ἐπιστέλλειν ἠμῖν συνεχῶς μὴ κατόκνει, περὶ τῆς ὑγείας σου, καὶ τοῦ οἴκου σου παντὸς, καὶ τῆς εὐθυμίας δηλῶν. Οἶσθα γὰρ ὅπως ἡμῖν περισπούδαστον μανθάνειν.