# Epistulae 18-242 Θεοδότῳ διακόνῳ.

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242, Θεοδότῳ διακόνῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/epistulae-18-242/%CE%98%CE%B5%CE%BF%CE%B4%CF%8C%CF%84%E1%BF%B3%20%CE%B4%CE%B9%CE%B1%CE%BA%CF%8C%CE%BD%E1%BF%B3.

Οἶδα καὶ αὐτὸς, ὅτι οὐκ ἂν ἡμῖν διὰ γραμμάτων συνεγένου, εἰ διὰ παρουσίας ἐξῆν· ἀλλὰ πάντα ἀφεὶς μεθ' ἡμῶν ἔμελλες εἶναι, εἰ μὴ κώλυμα ἦν, καὶ κώλυμα μέγιστον, καὶ ἡ τοῦ ἔτους ὥρα, καὶ τῶν πραγμάτων ἡ δυσκολία, καὶ τῶν ἐνταῦθα ἡ καθ' ἑκάστην ἡμέραν ἐπιτεινομένη πρὸς τὸ χεῖρον ἐρημία. Καὶ οὐδὲν δέομαι τοῦτο παρὰ σοῦ μανθάνειν. Ἐπειδὴ γὰρ ἔγνων ἅπαξ, ὅτι σφοδρὸς ἡμῶν ἐραστὴς εἶ, ἔγνων καὶ τοῦτο καλῶς. Ἡμεῖς μὲν οὖν, καὶ μὴ ἀναμνήσαντός σου, πρὸς πάντας ἂν ἐπεστάλκαμεν· ἐθαυμάσαμεν δέ σε καὶ ταύτης τῆς περὶ ἡμᾶς φιλοστοργίας, ὅτι καὶ τῷ τέλει τῆς ἐπιστολῆς παράκλησιν ὑπὲρ τούτου προσέθηκας. Τοῦτο γὰρ ψυχῆς σφόδρα μεριμνώσης τὰ ἡμέτερα, φροντιζούσης, κηδομένης, γνησίως ἀγαπᾷν ἐπισταμένης. Τοῖς μὲν οὖν ἄλλοις ἅπασιν ἐπέσταλκα· ἐπειδὴ δὲ καὶ τῇ κυρίᾳ μου Καρτερίᾳ πρώην ἦμεν ἐπεσταλκότες, ἔγνωμεν δὲ αὐτὴν μὴ διατρίβειν ἐκεῖσε, ἀλλὰ μακρὰν ὁδὸν ἀποδεδημηκέναι· εἰ μὲν οἷόν τε ἐκπεμφθῆναι τὰ γράμματα τὰ ἡμέτερα ἐκεῖ, καὶ τοῦτο γενέσθω, ἐὰν δοκιμάσῃς· εἰ δὲ μὴ δυνατὸν, τοῖς γοῦν κυρίοις μου τιμιωτάτοις καὶ εὐγενεστάτοις τοῖς περὶ Μαρκελλιανὸν συντυχὼν διαλέχθητι, ὥστε αὐτῇ εἴ ποτε ἐπιστέλλοιεν, ἀπολογήσασθαι ὑπὲρ ἡμῶν, ὡς οὐκ ἐῤῥᾳθυμηκότων, οὐδὲ τὸν μεταξὺ χρόνον σεσιγηκότων, ἀλλ' ὑπὸ τῆς μακρᾶς αὐτῆς ἀποδημίας κωλυθέντων συνεχέστερον ἐπιστέλλειν πρὸς αὐτήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg097.local001/.
