# Epistulae 18-242 Θεοφίλῳ πρεσβυτέρῳ.-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242, Θεοφίλῳ πρεσβυτέρῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/epistulae-18-242/%CE%98%CE%B5%CE%BF%CF%86%CE%AF%CE%BB%E1%BF%B3%20%CF%80%CF%81%CE%B5%CF%83%CE%B2%CF%85%CF%84%CE%AD%CF%81%E1%BF%B3.-2

Οὐκοῦν ἐπειδή σοι θύραν ἀνέῳξα τοῦ γράφειν, δεῖξον ὡς οὐχ ὁ ὄκνος ἐποίει τὴν ἔμπροσθεν σιγὴν, ἀλλὰ τὸ παρ' ἡμῶν ἀναμένειν λαβεῖν τοῦ γράφειν τὴν παῤῥησίαν, καὶ πέμπε νιφάδας ἡμῖν γραμμάτων, τὴν σὴν ἀπαγγελλόντων ἡμῖν εὐδοκίμησιν· οἶσθα γὰρ ὅπως αὐτῆς ἀντεχόμεθα· μηδὲ ἀφῇς τῆς ἀθυμίας τὴν τυραννίδα εἰς σιγήν σε ἐμβαλεῖν, ἀλλὰ πάσης ἀράχνης εὐκολώτερον αὐτὴν διασπάσας, φαίνου λαμπρὸς ἐπὶ τῆς παρατάξεως, καὶ τῇ πολλῇ παῤῥησίᾳ καὶ ἐλευθερίᾳ συγχέων τοὺς ἐναντίους. Νῦν γάρ ἐστι καιρὸς εὐδοκιμήσεως καὶ ἐμπορίας πολλῆς. Οὐδὲ γὰρ ἔμπορος ἐν λιμένι καθήμενος, τὰ φορτία συνάγειν δύναιτ' ἂν, ἀλλὰ μακρὰ διαπερῶν πελάγη, καὶ κυμάτων κατατολμῶν, καὶ λιμῷ καὶ θηρίοις τοῖς ἐν πελάγει πυκτεύων, καὶ πολλὰς ἑτέρας ὑπομένων δυσκολίας. Ταῦτ' οὖν καὶ αὐτὸς λογισάμενος, ὡς ὁ τῶν δεινῶν καιρὸς οὗτος τῆς ἐμπορίας ἐστὶ καιρὸς, καὶ πολλῆς εὐδοκιμήσεως, καὶ μισθῶν ἀφάτων, διανάστησόν σου τὸ πτερὸν τῆς διανοίας, καὶ τὴν κόνιν τῆς ἀθυμίας ἀποτιναξάμενος μετὰ πολλῆς τῆς εὐκολίας πᾶσαν περίτρεχε τὴν φάλαγγα, συγκροτῶν, ἀλείφων, ἅπαντας διεγείρων, νευρῶν, σπουδαιοτέρους ποιῶν. Καὶ ταῦτα ἡμῖν δήλου διὰ γραμμάτων τῶν σῶν, μηδὲν ὑφορώμενος, εἰ κατορθώματα μέλλοις αὐτὸς ἀπαγγέλλειν τὰ σὰ, ἀλλ' ὡς ὑπόταγμα ἡμέτερον ἀνύων, χαρίζου ταύτην ἡμῖν τὴν εὐφροσύνην, ἵνα καὶ πόῤῥωθεν ὄντες, πολλὴν καρπωσώμεθα τὴν ἡδονὴν, ταῦτα ἀκούοντες παρὰ τῆς σῆς εὐλαβείας, ἅπερ ἐπιθυμοῦμεν μανθάνειν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg097.local001/.
