# Epistulae 18-242 ΚΩΝΣΤΑΝΤΙΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΠΡΟΣ ΤΗΝ ΜΗΤΕΡΑ..1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242, ΚΩΝΣΤΑΝΤΙΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΠΡΟΣ ΤΗΝ ΜΗΤΕΡΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/epistulae-18-242/%CE%9A%CE%A9%CE%9D%CE%A3%CE%A4%CE%91%CE%9D%CE%A4%CE%99%CE%9F%CE%A5%20%CE%A0%CE%A1%CE%95%CE%A3%CE%92%CE%A5%CE%A4%CE%95%CE%A1%CE%9F%CE%A5%20%CE%A0%CE%A1%CE%9F%CE%A3%20%CE%A4%CE%97%CE%9D%20%CE%9C%CE%97%CE%A4%CE%95%CE%A1%CE%91..1

Τοῦτο μήτηρ φιλόστοργος καὶ φιλόπαις, τὸ, ἡνίκα ἂν δέῃ τι τῶν δεόντων, παραινεῖν τῷ παιδὶ, καὶ ἐλαύνειν αὐτὸν οἴκοθεν, καὶ πράως φέρειν τὸν χωρισμὸν, καὶ χάριτας αὐτῷ πολλὰς εἰδέναι τῆς ἀποδημίας. Κατέλυσας αὐτὴν τῆς φύσεως τὴν τυραννίδα, κελεύσασα ἡμᾶς ἔρημον ἀνταλλάξασθαι πόλεως, καὶ φόβον Ἰσαυρικὸν ἀδείας, καὶ τὸν χωρισμὸν ἡμῶν τῆς συνουσίας τῆς μεθ' ὑμῶν, ὥστε μηδὲν ἀναγκασθῆναι ποιῆσαι τῶν μὴ προσηκόντων. Διὰ ταῦτά σοι πολλὰς χάριτας ἵσμεν, οὐχ ὅτι ἔτεκες, ἀλλ' ὅτι οὕτως ἀνέθρεψας, κἀν τούτῳ γινομένη μήτηρ οἵαν γίνεσθαι χρή. Ὡς αἵ γε τῷ πάθει καταμαλακιζόμεναι, καὶ πρὸ τοῦ συμφέροντος τῶν παίδων τὴν παρουσίαν αὐτῶν ἐπιζητοῦσαι, οὐ μητέρες, ἀλλὰ παιδοκτόνοι δικαίως ἂν κληθεῖεν. Ἀλλ' ὥσπερ ἐνταῦθα ἀνδρεία γέγονας, καὶ σιδήρου στεῤῥοτέρα, ἄφατον παρὰ τοῦ φιλανθρώπου Θεοῦ διὰ τῆς γνώμης ταύτης προαποθεμένη σοι τὸν μισθὸν, οὕτω παρακαλοῦμεν, καί σου δεόμεθα καὶ ἐν τοῖς ἄλλοις ἅπασι τὴν αὐτὴν ἐπιδείξασθαι φιλοσοφίαν, καὶ εἰδέναι ὅτι μία ἐστὶ συμφορὰ, ἁμαρτία μόνον, τὰ δὲ ἄλλα πάντα μῦθος, δυναστεῖαι, καὶ δόξαι, καὶ τιμαὶ, αἱ παρὰ ἀνθρώπων. Καὶ ἡ πρὸς τὸν οὐρανὸν ἄγουσα ὁδὸς, αὕτη μάλιστα ἡ διὰ τῶν θλίψεών ἐστι. Διὰ γὰρ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν, φησὶν, εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Καὶ πάντες δὲ οἱ ἅγιοι, οἵ τε ἐν τῇ Παλαιᾷ, οἵ τε ἐν τῇ Καινῇ, ταύτην ὥδευσαν τὴν ὁδὸν, ἐπιβουλευόμενοι συνεχῶς, ἐλαυνόμενοι, φυγάδες καὶ μετανάσται γινόμενοι, ἀπόλιδες, ἄοικοι, θανάτους ἀώρους ὑπομένοντες, καὶ παρ' ὧν μάλιστα οὐδαμῶς ἐχρῆν. Τί γὰρ ὀδυνηρότερον, εἰπέ μοι, ἢ χαλεπώτερον τοῦ παρὰ δεξιᾶς ἀδελφικῆς κατενεχθῆναι, καὶ ἄωρον καὶ βίαιον ὑπομεῖναι τελευτὴν, μετὰ στεφάνους καὶ εὐδοκίμησιν τοσαύτην; τί δὲ ὀδυνηρότερον, καὶ μόνον καὶ ἐν ἐσχάτῳ δοθέντα γήρᾳ κελευσθῆναι σφάττεσθαι ὑπὸ πατρικῆς χειρὸς, καὶ τὸν γεννησάμενον διάκονον γενέσθαι τῆς τοιαύτης σφαγῆς; Μὴ γάρ μοι τοῦτο λέγε, ὅτι μετὰ ταῦτα ἀπέλαβεν αὐτὸν ὑγιῆ καὶ σῶον. Οὐδὲν γὰρ τούτων εἰδὼς ὁ δίκαιος ἐκεῖνος, ἀλλ' ὅτι πάντως αὐτὸν ἀναιρήσει, οὕτω καὶ ἀνήγαγεν εἰς τὸ ὄρος, καὶ τὸ θυσιαστήριον ᾠκοδόμησε, καὶ τὰ ξύλα ἐπέθηκε, καὶ τὴν μάχαιραν ἥρπασε, καὶ τὸ ξίφος διήλασε· καὶ γὰρ καὶ διήλασε, τό γε εἰς τὴν αὐτοῦ γνώμην ἧκον· διὸ καὶ πανταχοῦ τῆς οἰκουμένης ᾄδεται. Ἂν δὲ τὸν ἔκγονον εἴπω τὸν ἐκείνου, καὶ αὐτὸν ὄψει ὑπὸ ἀδελφικῆς βασκανίας πάλιν φυγάδα καὶ ἄπολιν γενόμενον, καὶ δοῦλον, καὶ ἐν ἀλλοτρίᾳ θητεύοντα, καὶ τὸν περὶ τῶν ἐσχάτων δεδοικότα φόβον. Ἂν δὲ τὸν Ἰωσὴφ τὸν πραθέντα, τὸν δουλεύσαντα, τὸν δεθέντα ἔτη τοσαῦτα, τὸν μυρία παθόντα δεινά· ἂν δὲ τὸν Μωϋσέα, καὶ τοσαῦτα παρὰ τῶν Ἰουδαίων παθόντα κακά· τὰ γὰρ τῶν ἀποστόλων οὐδὲ παραστῆσαι ἔνι τῷ λόγῳ· ταῦτ' οὖν ἅπαντα συναγαγοῦσα, καὶ λογιζομένη τῆς ὑπομονῆς τὸν μισθὸν, θυσίαν ἀνένεγκε τῷ Θεῷ, τὸ γενναίως ἐνεγκεῖν τὰ συμπίπτοντα, καὶ διὰ παντὸς αὐτὸν δοξάζειν. Ἐπεὶ καὶ ὁ Ἰὼβ ἀπὸ τῶν τοιούτων ἐστεφανώθη ῥημάτων. Ἀνάμενε δὴ καὶ τὴν ἐπὶ τὸ χρηστότερον μεταβολὴν, καὶ μὴ διαλίπῃς τὸν Θεὸν ὑπὲρ τούτου παρακαλοῦσα, καὶ γράψαι ἡμῖν σπούδασον, ὅτι γέγονέ τι πλέον ἀπὸ τῶν ἡμετέρων γραμμάτων εἰς εὐθυμίας σοι λόγον, εἴγε μὴ βούλει θολοῦν ἡμῶν τὴν εὐφροσύνην. Ἡμεῖς γὰρ ἐνταῦθα πολλῆς ἀπολαύομεν ἡδονῆς, ἐντρυφῶντες τῇ συνουσίᾳ τοῦ ἁγιωτάτου ἐπισκόπου, καὶ τῇ ἡσυχίᾳ τοῦ χωρίου τούτου, καὶ τῇ πολλῇ ἀπραγμοσύνῃ. Καὶ γὰρ ὁ τῶν Ἰσαύρων πέπαυται φόβος, τοῦ χειμῶνος αὐτοὺς συνελαύνοντος εἰς τὴν αὐτῶν. Μὴ δὴ τοσαύτην θολώσῃς ἡμῖν ἡδονήν. Εἰ γὰρ ἔλθοι γράμματα παρὰ τῆς σῆς τιμιότητος δηλοῦντα ἡμῖν, ὅτι ὥς σοι πρέπον ἐστὶ, καὶ ἀξίως τῆς ὑψηλῆς σου γνώμης τὰ συμπίπτοντα φέρεις, καὶ ἐντεῦθεν πολλὴν καρπωσόμεθα εὐθυμίας προσθήκην. Οὐχ ὡς ἔτυχε γὰρ ἡμᾶς ἀνεκτήσατο ἡ ἐπωφελὴς συνουσία τοῦ ἁγιωτάτου ἐπισκόπου, ὡς ἄλλους ἀντ' ἄλλων σχεδὸν ἐργάσασθαι, καὶ μὴ συγχωρῆσαι μηδὲ αἴσθησιν τῆς ξένης λαβεῖν· τοσαύτη ἡμᾶς περιστοιχίζεται ἀγαθῶν εὐφροσύνη, καὶ πλοῦτος ἡμᾶς περιῤῥεῖ πνευματικὸς, καὶ τὸν Θεὸν διὰ ταῦτα διηνεκῶς δοξάζοντες οὐ παυόμεθα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg097.local001/.
