Ancient Greek · ~10 min
Κάστῳ, Οὐαλερίῳ, Διοφάντῳ, Κυριακῷ, πρεσβυτέροις Ἀντιοχείας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Κάστῳ, Οὐαλερίῳ, Διοφάντῳ, Κυριακῷ, πρεσβυτέροις Ἀντιοχείας.-2
Not analysed yet
Ῥαγδαῖόν τι χρῆμα καὶ βίαιον ἡ ἀγάπη, καὶ δανειστοῦ παντὸς σφοδροῦ βιαιότερον. Οὐδὲ γὰρ οὕτως ἐκεῖνοι τοὺς τὰ χρήματα ὀφείλοντας αὐτοῖς ἄγχοντες ἀπαιτοῦσιν, ὡς ὑμεῖς τῆς ἀγάπης τὴν ἄλυσιν περιθέντες, πρὸς τὴν τῶν ἐπιστολῶν ἡμᾶς ἔκτισιν κατεπείγετε, καίτοι πολλάκις τοῦτο καταθέντας τὸ ὄφλημα. Ἀλλὰ τοιαύτη τούτου τοῦ χρέους ἡ φύσις· ἀεὶ κατατίθεται, καὶ ἀεὶ ὀφείλεται. Διὰ τοῦτο καὶ ὑμεῖς πολλάκις δεξάμενοι γράμματα, οὐ κορέννυσθε. Καὶ γὰρ καὶ τοῦτο ἐκείνης τὸ πλεονέκτημα, καὶ μιμεῖται τὴν θάλασσαν, ἣ μυρίων πανταχόθεν εἰς αὐτὴν ῥεόντων ποταμῶν, οὐκ ἐμπίπλαται. Τοιοῦτον καὶ τῆς ἀκοῆς ὑμῶν τὸ πλάτος· διὰ τοῦτο, ὅσῳ ἂν πλείονα ἐμβάλωμεν, τοσούτῳ μειζόνως τὴν φλόγα τῆς διαθέσεως ὑμῶν ἐγείρομεν. Μὴ τοίνυν νομίσητε ὑποπτεύσαντας ὑμῶν τὴν φιλίαν, τὸν βραχὺν τοῦτον σεσιγηκέναι χρόνον. Καὶ γὰρ τοὐναντίον ἅπαν ἐπάθομεν ἂν, εἴ γε ὑπωπτεύσαμεν, καὶ πλεονάκις ἂν ἐπεστάλκαμεν. Ὥσπερ γὰρ οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, οὕτως οἱ ὀλίγωροι καὶ ἀναπεπτωκότες πολλῆς δέονται τῆς θεραπείας. Εἰ τοίνυν καὶ ἡμεῖς ᾐσθόμεθα χωλευούσης ὑμῶν τῆς διαθέσεως, οὐκ ἂν ἠμελήσαμεν τὰ παρ' ἑαυτῶν εἰσφέροντες, ὥστε αὐτὴν ἀνακαῦσαι μειζόνως. Τῷ δὲ σφόδρα ὑμῖν θαῤῥεῖν, καὶ εἰδέναι σαφῶς, ὅτι καὶ δεχόμενοι, καὶ μὴ δεχόμενοι γράμματα, παγίαν, ἀκίνητον, μόνιμον, ἄτρεπτον, ἀκλινῆ, ἀκμάζουσαν, καὶ ἀνθοῦσαν αὐτὴν διηνεκῶς διατηρεῖτε, οὐκ ἀναγκαίας εἰς τοῦτο ἐνομίζομεν ἡμῶν τὰς ἐπιστολὰς, ἀλλ' εἰς τὸ διαθέσεως ἀποδοῦναι ὄφλημα. Ἐπεὶ καὶ νῦν οὐ χρείας, ἀλλὰ φιλίας ἕνεκεν ἐπιστέλλομεν. Ὅτι γὰρ κἂν πολλοὶ πολλαχόθεν οἱ χειμῶνες φύωνται, καὶ μυρία πρὸς ὕψος ἐγείρηται τὰ κύματα, οὐδὲν ὑμᾶς βλάψαι δύναται, καὶ ἐμβαλεῖν εἰς τὸ τῆς ἀθυμίας κλυδώνιον, ἱκανῶς ὁ παρελθὼν ἔδειξε χρόνος. Οὐ τοίνυν ὡς προσδεομένοις τῆς ἐντεῦθεν παρακλήσεως ἐπιστέλλομεν, ἀλλὰ δηλοῦντες, ὅτι χαίρομεν, σκιρτῶμεν, εὐφραινόμεθα ὑπὸ τῆς ἡδονῆς, τοσαύτης καὶ ἐκ τοσούτου διαστήματος ἀγάπης παρὰ τῆς ἐμμελείας ὑμῶν ἀπολαύοντες. Ἐπειδὴ δὲ εὖ οἶδα, ὅτι πολλὴν ὑμῖν φέρει τὴν εὐφροσύνην τὸ μαθεῖν τὰ ἡμέτερα ἐν τίσιν ὁρμᾷ, ἀπηλλάγμεθα τῆς τοῦ στομάχου ἀσθενείας, ὑγιαίνομεν, οὐδὲν ἡμᾶς οὔτε πολιορκίαι, οὔτε ἔφοδοι λῃστρικαὶ, οὔτε ἐρημία χωρίου, οὔτε μυρίων περιστάσεων ὄχλος, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν συστέλλει καὶ θορυβεῖ, ἀλλ' ἀδείας ἀπολαύομεν, ἀπραγμοσύνης, ἡσυχίας πολλῆς καθ' ἑκάστην μεριμνῶντες τὰ ὑμέτερα, ὑπὲρ τούτων πρὸς τοὺς εἰσιόντας πρὸς ἡμᾶς ποιούμενοι λόγους. Τοιοῦτον γὰρ φιλεῖν γνησίως· ἐπὶ γλώττης ἀεὶ τοὺς ποθουμένους ἔχειν παρασκευάζει. Ὃ καὶ ἡμεῖς ποιοῦμεν, ἐπειδὴ σφόδρα φιλοῦμεν, καὶ τοῦτο ἴστε καὶ ὑμεῖς. Ταῦτ' οὖν ἅπαντα λογιζόμενοι, μὴ νομίζετε ἐῤῥᾳθυμηκέναι ἡμᾶς, μηδὲ ὀλιγώρους τῷ χρόνῳ γεγενῆσθαι περὶ τὴν διάθεσιν τὴν ὑμετέραν. Ἡ γὰρ ἀγάπη οὐδέποτε ἐκπίπτει, ἀλλὰ κἂν χρόνος παρέλθῃ μακρὸς, κἂν πραγμάτων αὐξηθῶσι δυσκολίαι, κἂν μακροτέρῳ τῆς ὁδοῦ μήκει διειργώμεθα, οὐδενὶ τούτων αὐτὴ διακόπτεται, οὐδὲ ἐξίτηλος γίνεται, ἀλλ' ἀνθεῖ μειζόνως, καὶ ἐπιδίδωσιν.