# Epistulae 18-242 Καρτερίῳ ἡγεμόνι.

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242, Καρτερίῳ ἡγεμόνι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/epistulae-18-242/%CE%9A%CE%B1%CF%81%CF%84%CE%B5%CF%81%CE%AF%E1%BF%B3%20%E1%BC%A1%CE%B3%CE%B5%CE%BC%CF%8C%CE%BD%CE%B9.

Ἐρημότατον μὲν χωρίον μεθ' ὑπερβολῆς ἡ Κουκουσός· πλὴν ἀλλ' οὐχ οὕτως ἡμᾶς τῇ ἐρημίᾳ λυπεῖ, ὡς εὐφραίνει τῇ ἡσυχίᾳ, καὶ τῷ μηδαμόθεν ἡμῖν πράγματα παρέχειν. Διὸ καθάπερ εἰς λιμένα τινὰ τὴν ἐρημίαν ταύτην ἀπηντηκότες, οὕτω καθήμεθα ἀπὸ τῶν κατὰ τὴν ὁδὸν κακῶν ἀναπνέοντες, καὶ τῇ ἡσυχίᾳ ταύτῃ τῆς ἀῤῥωστίας καὶ τῶν ἄλλων κακῶν, ὧν ὑπεμείναμεν, τὰ λείψανα διορθοῦντες. Καὶ ταῦτα εἰρήκαμεν πρὸς τὴν σὴν λαμπρότητα, ἐπειδὴ σφόδρα ἴσμεν χαίροντά σε τῇ ἀνέσει τῇ ἡμετέρᾳ, ἐπεὶ καὶ ἃ αὐτόθι πεποίηκας οὐδέποτε ἐπιλαθέσθαι δυνάμεθα, τοὺς προπετεῖς ἐκείνους καὶ ἀλογίστους ἀναστέλλων θορύβους, καὶ πάντα ποιῶν, ὥστε ἡμᾶς ἐν ἀδείᾳ καταστῆσαι, καὶ τὰ σαυτοῦ πληρῶν. Καὶ ταῦτα πρὸς ἅπαντας ὅπουπερ ἂν ἀφικώμεθα ἀνακηρύττομεν, πολλάς σοι χάριτας εἰδότες, δέσποτά μου θαυμασιώτατε, τῆς τοσαύτης κηδεμονίας. Ἵνα δὲ μὴ μόνον ἐκ τοῦ φιλεῖσθαι παρὰ σοῦ, ἀλλὰ καὶ ἐκ τῶν γραμμάτων ἀπολαύειν τῶν σῶν περὶ τῆς ὑγείας τῆς σῆς σημαινόντων πολλὴν καρπωσώμεθα τὴν εὐφροσύνην, δίδου ταύτην ἡμῖν τὴν χάριν. Οὐ γὰρ τὴν τυχοῦσαν δεξόμεθα καὶ ἐν ἀλλοτρίᾳ γῇ διατρίβοντες παράκλησιν, εἰ τοιαῦτα γράμματα δεξαίμεθα παρὰ τῆς θαυμασιότητός σου.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg097.local001/.
