# Epistulae 18-242 Κυριακῷ ἐπισκόπῳ.-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242, Κυριακῷ ἐπισκόπῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/epistulae-18-242/%CE%9A%CF%85%CF%81%CE%B9%CE%B1%CE%BA%E1%BF%B7%20%E1%BC%90%CF%80%CE%B9%CF%83%CE%BA%CF%8C%CF%80%E1%BF%B3.-2

Ταῦτα ἀνεκτά; ταῦτα φορητά; οἴει κἂν σκιὰν ἀπολογίας ἔχειν; Ἐν τῇ τοσαύτῃ ἀθυμίᾳ, ἐν οὕτω χρόνῳ μακρῷ, ἐν τοσούτῳ θορύβῳ, καὶ ταραχῇ, καὶ συντριβῇ, καὶ ταλαιπωρίᾳ καθεστώτων ἡμῶν, οὐδὲ ἅπαξ ἡμῖν ἐπιστεῖλαι κατεδέξω· ἀλλ' ἡμεῖς μὲν καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις ἐπεστάλκαμεν, σὺ δὲ σιγᾷς χρόνον οὕτω μακρὸν, καὶ νομίζεις τὸ τυχὸν ἡμαρτηκέναι ἁμάρτημα, οὕτως ἀγνώμων περὶ ἡμᾶς γεγενημένος; Ἐμὲ εἰς πολλὴν ἀπορίαν κατέστησας. Οὐδὲ γὰρ δύναμαι τῆς σιγῆς τὴν αἰτίαν εὑρεῖν, ὅταν ἐννοήσω σου τὴν θερμὴν ἀγάπην καὶ γνησίαν, ἣν ἀεὶ περὶ ἡμᾶς ἐπεδείξω. Οὐδὲ γὰρ ῥᾳθυμίαν λογίσασθαι ἔχω· οἶδα γάρ σου τὴν ἄγρυπνον ψυχήν· οὔτε δειλίαν· οἶδα γάρ σου τὴν ἀνδρείαν· οὐκ ὄκνον· οἶδα γάρ σου τὸ διεγηγερμένον καὶ ἐντρεχές· ἀλλ' οὐδὲ ἀῤῥωστίαν· καίτοι γε οὐδὲ αὕτη ἱκανὴ ἦν σε κωλῦσαι· πλὴν ἀλλὰ μανθάνω παρὰ τῶν ἐκεῖθεν ἐρχομένων, ὅτι ὑγιαίνεις καὶ ἔῤῥωσαι. Τί οὖν ἐστι τὸ αἴτιον, εἰπεῖν οὐκ ἔχω, ἀλλ' ἓν μόνον, ἀλγῶ καὶ ὀδυνῶμαι. Πάντα τοίνυν ποίησον ὥστε ἀπαλλάξαι ἡμᾶς καὶ τῆς λύπης, καὶ τοῦ διαπορεῖν. Ἐπεὶ εἰ καὶ μετὰ τὰ γράμματα ταῦτα μὴ μετὰ πολλοῦ τοῦ τάχους ἡμῖν βουληθείης ἐπιστεῖλαι, οὕτως ἡμᾶς ἔχεις λυπῆσαι, ὡς πολλοῦ δεηθῆναι πόνου εἰς τὸ θεραπεῦσαι ἡμῶν τὴν ἀθυμίαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg097.local001/.
