Ancient Greek · ~4 min
Κωνσταντίῳ πρεσβυτέρῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Κωνσταντίῳ πρεσβυτέρῳ.-2
Not analysed yet
Ἐθαύμασα πῶς οὕτω σφοδρὸς ἡμῶν ὢν ἐραστὴς, καὶ πάντα ποιεῖν καὶ λέγειν ὑπὲρ ἡμῶν καὶ πάσχειν παρεσκευασμένος (οὐδὲ γὰρ ἡμᾶς ἔλαθεν· οὐδὲ γὰρ ἔνι γνησίως φιλοῦντα λαθεῖν), οὐδὲ ἅπαξ ἡμῖν ἐπέστειλας, καὶ ταῦτα πλησίον ἐλθοῦσιν ὑμῶν, καὶ τοῦ τιμίου μοι καὶ ἐνδοξοτάτου ἀδελφοῦ Λιβανίου ἐνταῦθα ἀφιγμένου. Καὶ ταῦτα οὐκ ἐγκαλῶν, ἀλλ' ἀλγῶν λέγω. Ἐπειδὴ γὰρ σφόδρα διάκειμαι περὶ τὴν εὐλάβειαν ὑμῶν, δι' ἕτερον μὲν οὐδὲν, ὅτι δέ σου τῆς ψυχῆς φροντίδα ποιεῖς μετὰ πάσης τῆς σπουδῆς, καὶ λιμὴν εἶ κοινὸς τῶν ἐν ἀνάγκαις ὄντων, πενίαν λύων, χηρείαν διορθούμενος, ὀρφανίαν ἀνέχων, κοινὸς πατὴρ ἁπάντων ὢν, τούτου χάριν σφόδρα σου ἐρῶν, καὶ γράμματα παρὰ τῆς σῆς εὐλαβείας δέχεσθαι ἐπιθυμῶ. Δίδου δὴ ταύτην ἡμῖν τὴν χάριν, καὶ ἔμπλησον ἡμῶν τὴν ἐπιθυμίαν. Οὐ γὰρ τὴν τυχοῦσαν καρπωσόμεθα παράκλησιν, καὶ ταῦτα ἐν ἐρημίᾳ διατρίβοντες, ἂν τῆς ποθεινῆς σου καὶ ψυχῆς καὶ χειρὸς δεξώμεθα γράμματα, περὶ τῆς σῆς ἀπαγγέλλοντα ὑγείας, καὶ τοῦ οἴκου σου παντός.