# Epistulae 18-242 Μαρκιανῷ καὶ Μαρκελλίνῳ.-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242, Μαρκιανῷ καὶ Μαρκελλίνῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/epistulae-18-242/%CE%9C%CE%B1%CF%81%CE%BA%CE%B9%CE%B1%CE%BD%E1%BF%B7%20%CE%BA%CE%B1%E1%BD%B6%20%CE%9C%CE%B1%CF%81%CE%BA%CE%B5%CE%BB%CE%BB%CE%AF%CE%BD%E1%BF%B3.-5

Τί τοῦτο; Οὕτως ἡμῶν ἐρῶντες (οὐδὲ γὰρ ἐκ τοσούτου καθημένους ὑμῶν διαστήματος ἔλαθεν ἡμᾶς ὁ ἔρως, διὰ τὸ σφοδρὸς εἶναι καὶ πεπυρωμένος), κατεδέξασθε σιγᾷν, καὶ οὐδὲ ἅπαξ ἡμῖν ἐπεστείλατε, ἀλλ' αἴνιγμα τὸ πρᾶγμα ἡμῖν πεποιήκατε; Οὐδὲ γὰρ ἀρκοῦσα πρόφασις, ἣν ἐγράψατε ἐπιστέλλοντες πρὸς τὸν κύριόν μου τὸν εὐλαβέστατον πρεσβύτερον Κωνστάντιον. Πλὴν ἀλλ' οὐδὲν ἀκριβολογοῦμαι. Ἀλλ' ἔστω τοῦτο οὕτως ἔχον, καὶ κείσθω τῆς σιγῆς ταύτην εἶναι τὴν αἰτίαν· ἰδοὺ καὶ αὐτὴ ὑμῖν ἀνῄρηται, καὶ πρότεροι τοῖς πρὸς ὑμᾶς ἐπεπηδήσαμεν γράμμασι, χάριτάς τε ὑμῖν ὁμολογοῦντες τῆς γνησίας ἀγάπης, ἣν οὕτως ἀκμάζουσαν περὶ ἡμᾶς διατηρεῖτε, καὶ παρακαλοῦντες, ἡνίκα ἂν ἐξῇ, καὶ ἐπιστέλλειν ἡμῖν συνεχῶς. Ὅτι μὲν γὰρ καὶ παραγενέσθαι ἐνταῦθα οὐκ ἂν ὠκνήσατε, εἰ μὴ τὰ εἰρημένα κωλύματα παρὰ τῆς κοσμιότητος ὑμῶν ἦν, οὐδὲν ἀμφιβάλλω· μᾶλλον δὲ ἀπὸ τῆς γνώμης καὶ παρεγένεσθε. Ἀλλ' ἐπειδὴ τοῦτο ἔργῳ πληρῶσαι τέως οὐκ ἔνι, τὴν ἀπὸ τῶν γραμμάτων ἡμῖν παρέχετε παράκλησιν, τὰ περὶ τῆς ὑγείας ὑμῶν καὶ τοῦ οἴκου παντὸς εὐαγγελιζόμενοι. Εἰ γὰρ τοιαῦτα δεξαίμεθα συνεχῶς παρ' ὑμῶν γράμματα, κἂν ἐν χαλεπωτέρᾳ ταύτης ἐρημίᾳ καθήμεθα, πολλὴν ἀπὸ τῶν ἐπιστολῶν ὑμῶν καρπωσόμεθα τὴν παράκλησιν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg097.local001/.
