Ancient Greek
Μωϋσῇ πρεσβυτέρῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Μωϋσῇ πρεσβυτέρῳ.
Not analysed yet
Ἡ μὲν ὑπερβολὴ τῶν ἐγκωμίων τῶν τοῖς γράμμασιν ἐγκειμένων τῆς σῆς τιμιότητος, σφόδρα ἡμῶν ὑπερβαίνει τὴν οὐθένειαν. Διὸ τούτων ἀφέμενος, μὴ διαλίπῃς εὐχόμενος ὑπέρ τε τοῦ κοινοῦ τῶν Ἐκκλησιῶν, ὑπέρ τε τῆς ταπεινώσεως τῆς ἡμετέρας, καὶ τὸν φιλάνθρωπον παρακαλῶν Θεὸν δοῦναι λύσιν τοῖς καταλαβοῦσι τὴν οἰκουμένην κακοῖς. Εὐχῶν γὰρ μόνων τὰ παρόντα δεῖται πράγματα, καὶ εὐχῶν μάλιστα τῶν ὑμετέρων, τῶν πολλὴν πρὸς τὸν Θεὸν παῤῥησίαν κεκτημένων. Μὴ δὴ διαλίπητε τοῦτο ἐκτενῶς ποιοῦντες· καὶ ἡμῖν δὲ, ἡνίκα ἂν ἐξῇ, συνεχῶς ἐπιστέλλειν μὴ κατοκνεῖτε· οὐ γὰρ πολὺ τῆς ὁδοῦ τὸ μῆκος. Σφόδρα γὰρ ἐπιθυμοῦμεν μανθάνειν περὶ τῆς ὑμετέρας ὑγείας, ἐπείπερ ὑμῶν ἡ ὑγεία πολλοῖς στηριγμὸς καὶ παράκλησις γίνεται. Ἀεὶ μὲν γὰρ ὑμῶν χρεία τῆς ζωῆς, μάλιστα δὲ νῦν ἐν τοσούτῳ χειμῶνι καὶ ζόφῳ, ἵν' ὥσπερ καθαροὶ φωστῆρες φαινόμενοι, λάμπητε τοῖς χειμαζομένοις καὶ κλυδωνιζομένοις. Ἵν' οὖν καὶ ἡμεῖς εὐθυμῶμεν, πυκνὰ πέμπετε ἡμῖν γράμματα, περὶ τῆς ὑγείας τῆς ὑμετέρας εὐαγγελιζόμενα, καὶ οὐ μικρὰν καρπωσόμεθα παράκλησιν, ἂν ταῦτα συνεχῶς μανθάνωμεν περὶ τῆς τιμιότητος τῆς ὑμετέρας.