Ancient Greek
Μωϋσῇ ἐπισκόπῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Μωϋσῇ ἐπισκόπῳ.
Not analysed yet
Οἶμαι μὲν μηδὲ γραμμάτων σε δεῖσθαι τῶν ἡμετέρων εἰς τὸ τὴν προσήκουσαν ἀνδρείαν ἐπιδείξασθαι, καὶ ἀποστραφῆναι τοὺς τοσαῦτα κακὰ ἐργασαμένους ταῖς Ἐκκλησίαις, καὶ τὴν οἰκουμένην ταραχῶν ἐμπλήσαντας· διὰ γὰρ ὧν ἐποίησας, ἐδήλωσας. Ἀλλ' ἐπειδὴ συνεχῶς, καὶ δι' ἑκάστης προφάσεως προσφθέγγεσθαί σου τὴν εὐλάβειαν ἐμοὶ περισπούδαστον, καὶ νῦν τὰ αὐτὰ παρακαλῶ, ὥστε αὐτόν τε τῇ προσηκούσῃ ἀνδρείᾳ χρήσασθαι εἰς τὸ ἀποστρέφεσθαι ἐκείνους, τούς τε ἄλλους ἅπαντας εἰς τοῦτο ἀλείφειν. Οὐ γὰρ μικρὸς ὑμῖν κείσεται ὁ μισθὸς, εἰ τοὺς χειμῶνα τοσοῦτον ἀνάψαντας, καὶ τὸ πᾶν ἐμπλήσαντας μυρίων σκανδάλων, μέλλοιτε ἀποστρέφεσθαι ὡς προσῆκόν ἐστι. Καὶ γὰρ μεγίστην ἐντεῦθεν τὰ πράγματα λήψεται διόρθωσιν. Καὶ ἡμῶν δὲ τῶν ἀγαπώντων σε σφόδρα διηνεκῶς μεμνῆσθαι παρακαλοῦμεν. Οἶσθα γὰρ ὅπως διετέθημέν τε καὶ διακείμεθα ἀεὶ περὶ τὴν σὴν εὐλάβειαν.