Ancient Greek
Νικολάῳ πρεσβυτέρῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Νικολάῳ πρεσβυτέρῳ.-2
Not analysed yet
Καὶ τοῦτο τῆς γνησίας σου καὶ θερμῆς ἀγάπης, τὸ ἐκ τοσούτου καθήμενον διαστήματος περιτρέμειν ἡμῶν τῆς σωτηρίας. Πρώην μὲν οὖν τόπους ἐκ τόπων ἀμείβοντες ἐν αὐτῇ τοῦ χειμῶνος τῇ ἀκμῇ, νῦν μὲν ἐν πόλεσιν, νῦν δὲ ἐν φάραγξι καὶ νάπαις διετρίβομεν, ὑπὸ τῆς τῶν Ἰσαύρων ἐφόδου πανταχόθεν ἐλαυνόμενοι. Ὀψὲ δέ ποτε λωφησάντων μικρὸν τῶν ἐνταῦθα κακῶν, τὰς ἐρημίας ἀφέντες, ἐπὶ τὴν Ἀραβισσὸν κατεδράμομεν, ἀσφαλέστερον μὲν τῶν ἄλλων χωρίων τὸ ἐν αὐτῇ φρούριον εὑρόντες (οὐδὲ γὰρ ἐν τῇ πόλει διάγομεν, ἐπειδήπερ οὐδὲ τοῦτο ἀσφαλὲς), δεσμωτηρίου δὲ παντὸς χείρονα ὑπομένοντες οἴκησιν. Μετὰ γὰρ τοῦ καθ' ἑκάστην, ὡς εἰπεῖν, τὴν ἡμέραν ἐπὶ θύραις ἡμῖν εἶναι τὸν θάνατον, τῶν Ἰσαύρων πάντα ἐπιόντων, καὶ πυρὶ καὶ σιδήρῳ καὶ σώματα καὶ οἰκοδομήματα ἀφανιζόντων, καὶ λιμὸν δεδοίκαμεν, ὃν ἡ στενοχωρία καὶ τὸ πλῆθος τῶν ἐνταῦθα συνδραμόντων ποιεῖν ἀπειλεῖ. Καὶ ἀῤῥωστίαν δὲ μακρὰν τὴν ἀπὸ τοῦ χειμῶνος καὶ τῆς συνεχοῦς φυγῆς ἐγγενομένην ἡμῖν ὑπομείναντες, νῦν τὸ μὲν χαλεπὸν αὐτῆς διαπεφεύγαμεν, ὀλίγα δὲ αὐτῆς περιφέρομεν λείψανα. Ἀλλ' ὅμως καὶ ἐν τοσούτοις ὄντες κακοῖς καὶ τηλικαύταις περιστάσεσι, μεγίστην καρπούμεθα παραμυθίαν ἐκ τῆς ὑμετέρας ἀγάπης, τῆς θερμῆς, καὶ γνησίας, καὶ ἀπεριτρέπτου. Ταῦτ' οὖν εἰδότες, συνεχῶς ἡμῖν εὐαγγελίζεσθαι περὶ τῆς ὑγιείας τῆς ὑμετέρας μὴ κατοκνεῖτε. Εἰ γὰρ καὶ ἐκ τοσούτου καθήμεθα διαστήματος, ἀλλ' ὅμως τῇ τῆς ἀγάπης ἁλύσει μετὰ πολλῆς ὑμῖν συνδεδέμεθα τῆς ἀκριβείας. Χάριν δὲ ἔχω σου πολλὴν τῇ τιμιότητι, ὅτι καὶ τῶν ἐν Φοινίκῃ πραγμάτων, καὶ ἐν τοσαύταις ὢν ταραχαῖς, πολλὴν ποιῇ σπουδήν. Ἂν οὖν τι πλέον ἐκεῖθεν ἐπαγγελθείη, δηλῶσαι ἡμῖν μὴ κατοκνήσῃς. Ἡμῖν γὰρ οὐδεὶς οὐδαμόθεν ταχέως ἐπιχωριάζειν ἀνέχεται, τῶν ὁδῶν πανταχόθεν, τῶν ἐνταῦθα φερουσῶν, ἀποτετειχισμένων. Ἀλλ' ὅμως εἰ καὶ ἐργῶδες τὸ πέμπειν πρὸς ἡμᾶς συνεχῶς, ἡνίκα ἂν ἐξῇ, τοῦτο ποίει, τά τε ἐκεῖθεν πάντα δηλῶν, καὶ περὶ τῆς ὑγιείας ὑμῶν γνωρίζων, περὶ ἧς σφόδρα περισπούδαστον ἡμῖν μανθάνειν.