# Epistulae 18-242 Νικολάῳ πρεσβυτέρῳ.

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242, Νικολάῳ πρεσβυτέρῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/epistulae-18-242/%CE%9D%CE%B9%CE%BA%CE%BF%CE%BB%CE%AC%E1%BF%B3%20%CF%80%CF%81%CE%B5%CF%83%CE%B2%CF%85%CF%84%CE%AD%CF%81%E1%BF%B3.

Σφόδρα ἡμᾶς ἀνεπτέρωσας, καὶ πολλῆς ἐνέπλησας τῆς ἡδονῆς, δηλώσας ὅτι σοι πολλὴ φροντὶς τῆς Φοινίκης ἐστὶ, καὶ ἐκ τοσούτου καθήμενος διαστήματος, διὰ γραμμάτων ἀλείφεις τοὺς αὐτόθι, ζῆλον πληρῶν ἀποστολικόν. Διὰ ταῦτά σε θαυμάζοντες καὶ μακαρίζοντες οὐ διαλιμπάνομεν, ὅτι καὶ πρότερον τοὺς μοναχοὺς ἔπεμψας, καὶ ὅτι νῦν, ἐν πραγμάτων δυσκολίᾳ τοσαύτῃ, οὐ μόνον αὐτοὺς οὐκ ἀπήγαγες, ἀλλὰ καὶ μένειν αὐτοὺς ἐκέλευσας, ἀρίστου κυβερνήτου καὶ ἰατροῦ γενναίου πρᾶγμα ποιῶν. Καὶ γὰρ ἐκείνων ἕκαστος, ὁ μὲν ὅταν ἴδῃ τὰ κύματα ἐγειρόμενα, τότε μᾶλλον πολλὴν ἐπιδείκνυται τὴν σπουδήν· ὁ δὲ ὅταν τὸν πυρετὸν ἐπὶ μείζονα φλόγα διεγερθέντα, τότε πολλῇ κέχρηται τῇ τέχνῃ· καὶ αὐτὸς τοίνυν, κύριέ μου τιμιώτατο καὶ εὐλαβέστατε, ἄξια τῆς σαυτοῦ πεποίηκας ἀρετῆς, ὅτε τὰ πράγματα εἶδες νοσοῦντα καὶ στασιάζοντα, τότε μάλιστα ἐπιθέμενος τοῖς ἐκεῖσε διατρίβουσιν, ὥστε μὴ λειποτακτῆσαι, ἀλλ' ἐπιμεῖναι, καὶ τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν. Τὰ σαυτοῦ τοίνυν μιμούμενος, τόν τε κύριόν μου τὸν τιμιώτατον Γερόντιον τὸν πρεσβύτερον, εἰ ῥᾷον σχοίη, καὶ πρὸς καθαρὰν ὑγείαν ἐπανέλθοι, εὐθέως κατέπειξον τῆς ἐκεῖ ἅψασθαι ὁδοῦ. Ἐπιθυμοῦμεν γὰρ αὐτὸν ἡμεῖς καὶ ἐνταῦθα παραγενόμενον ἰδεῖν· ἀλλ' ἐπειδὴ καὶ ταχύτητος καὶ πολλῆς δεῖται τῆς ἀγρυπνίας τὰ ἐκεῖσε πράγματα, ὥστε μὴ πολὺν ἐν τῇ ὁδῷ διατριβῆναι χρόνον, καὶ τὸν χειμῶνα ἐπιστάντα ἀποκλεῖσαι αὐτῷ τὴν ὁδὸν, παρακαλοῦμέν σου τὴν τιμιότητα αὐτόν τε ῥαΐσαντα ἐπεῖξαι ἀπελθεῖν, τόν τε γλυκύτατον καὶ ποθεινότατον Ἰωάννην τὸν πρεσβύτερον παρασκευάσαι συνεφάψασθαι τῆς ἀποδημίας αὐτῷ. Οἶσθα γὰρ καὶ αὐτὸς ὅτι νῦν μάλιστα τὰ αὐτόθι πολλῶν δεῖται τῶν διορθωσομένων, ὅσῳ ἐπὶ μεῖζον εἶρψε τὰ κακά. Τοῦτ' οὖν ἐννοῶν, καὶ εἰδὼς ἡλίκον ἐστὶ σωτηρία ψυχῆς, καὶ οἷα κατώρθωταί σου τῇ τιμιότητι διὰ τῆς ἔμπροσθεν σπουδῆς, πάντα ποιῆσαι καὶ διὰ σαυτοῦ, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, παρακλήθητι, ὥστε τὰ διορθωθέντα μεῖναι ἀκίνητα, ἑτέραν τε αὐτοῖς πολλῷ πλείονα γενέσθαι προσθήκην. Αὐτὸς μέντοι τῶν ἐνταῦθα ἐλθόντων οὐκ ἔλαττον ἡμᾶς εὔφρανας· τῇ μὲν γὰρ γνώμῃ καὶ παραγέγονας, καὶ τοῖς τῆς ἀγάπης σε ὀφθαλμοῖς καὶ μὴ παρόντα σωματικῶς ἡμεῖς καθ' ἑκάστην ὁρῶμεν τὴν ἡμέραν, ἐπὶ τῆς διανοίας πανταχοῦ περιφέροντες. Ἔσται δὲ ἴσως καὶ ἡ κατ' ὄψιν ἡμῖν συντυχία, ὅταν ὁ καιρὸς ἐπιτρέπῃ. Ὡς νῦν γε καὶ ἡμεῖς, καίτοι σφόδρα ἐπιθυμοῦμεν ἰδεῖν τὴν ἀγάπην σου, καὶ περιπτύξασθαι, ἀναγκαίαν εἶναι νομίζομεν τὴν αὐτόθι σου μονήν. Εὖ γὰρ οἶδ' ὅτι οὐ παύσῃ πάντα ποιῶν καὶ πραγματευόμενος, ὥστε ἐμπλῆσαι τὴν Φοινίκην γενναίων ἀνδρῶν, καὶ τούς τε ἐκεῖ μεμενηκότας στηρίζων ἐπὶ πλέον, ὥστε μὴ ἀφέντας τὰ αὐτόθι ἐπανελθεῖν, τούς τε πλησίον ὄντας ἀναζητῶν, καὶ μετὰ πολλῆς ἐκπέμπων προθυμίας, πᾶσί τε κέρδος γινόμενος μέγιστον τοῖς τε ἐγγὺς, τοῖς τε μακρὰν, καὶ τὴν τῶν ἀρωμάτων μιμούμενος φύσιν, ἅπερ οὐ τὸν τόπον μόνον τὸν ὑποδεχόμενον αὐτὰ, ἀλλὰ καὶ τὸν ἀφεστηκότα ἀέρα πολλῆς ἐμπίμπλησι τῆς εὐωδίας.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg097.local001/.
