Ancient Greek · ~3 min
Οὐρβικίῳ ἐπισκόπῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Οὐρβικίῳ ἐπισκόπῳ.
Not analysed yet
Εἰ καὶ πολὺν ἔχω χρόνον μὴ συγγενόμενός σου τῇ εὐλαβείᾳ, ἀλλ' οὐδὲν ἐντεῦθεν ῥᾳθυμότερος περὶ τὸ φιλεῖν γέγονα. Τοιαύτη γὰρ τῆς γνησίας ἀγάπης ἡ φύσις· οὐ χρόνῳ μακρῷ μαραίνεται, οὐ δυσκολίᾳ πραγμάτων ἀμαυροῦται, ἀλλὰ μένει διηνεκῶς ἀκμάζουσα. Διὸ δὴ καὶ ἡμεῖς, καὶ ἐν πολλαῖς περιστάσεσι γενόμενοι, καὶ νῦν εἰς τὴν ἐσχάτην τῆς οἰκουμένης ἐρημίαν ἀπενεχθέντες, καὶ φόβῳ συζῶντες διηνεκεῖ τῷ τῶν λῃστῶν, καὶ πολιορκίᾳ καινῇ (καθ' ἑκάστην γὰρ ἡμέραν ἡ Κουκουσὸς πολιορκεῖται, τὰς ὁδοὺς τῶν λῃστῶν ἀποτειχισάντων), οὐδενὶ τούτων γεγόναμεν ῥᾳθυμότεροι περὶ τὴν σὴν εὐλάβειαν, ἀλλὰ καὶ γράφομεν, καὶ τὴν ὀφειλομένην ἀποδιδόαμεν πρόσρησιν, καί σε παρακαλοῦμεν, εἰ μὴ βαρὺ, μηδὲ ἐπαχθὲς, καὶ αὐτὸν ἡμῖν ἐπιστέλλειν. Οὕτω γὰρ καὶ ἡδονὴν πολλὴν καρπωσόμεθα, παρ' ὑμῶν τῶν οὕτω γνησίως ἀγαπώντων ἡμᾶς δεχόμενοι γράμματα, καὶ διὰ τούτων τὴν παρουσίαν φανταζόμενοι τὴν ὑμετέραν.