Ancient Greek · ~15 min
Πενταδίᾳ διακόνῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Πενταδίᾳ διακόνῳ..1
Not analysed yet
Ἐγώ σου τὴν ἀγάπην, ἣν περὶ ἡμᾶς ἔχεις, ᾔδειν μὲν καὶ ἕμπροσθεν, δι' αὐτῶν μαθὼν τῶν πραγμάτων· ἔμαθον δὲ σαφέστερον νῦν ἐξ ὧν ἐπέσταλκας ἡμῖν. Καὶ διὰ τοῦτο μάλιστά σε θαυμάζομεν, οὐ διὰ τὸ γράψαι μόνον, ἀλλὰ καὶ διὰ τὸ ἀπαγγεῖλαι ἡμῖν πάντα τὰ γεγενημένα. Τοῦτο γὰρ καὶ θαῤῥούσης ἡμῖν καὶ μεριμνώσης τὰ ἡμέτερα. Διὰ ταῦτα σκιρτῶμεν, χαίρομεν, εὐφραινόμεθα, μεγίστην παράκλησιν, καὶ ἐν ἐρημίᾳ τοσαύτῃ καθήμενοι, τὴν ἀνδρείαν ἔχομεν τὴν σὴν, τὴν ἔνστασιν, τὴν ἀπερίτρεπτον γνώμην, τὴν σύνεσιν τὴν πολλὴν, τὴν ἐλευθεροστομίαν, τὴν παῤῥησίαν τὴν ὑψηλὴν, δι' ἧς κατῄσχυνας μὲν τοὺς ὑπεναντίους, καιρίαν δὲ δέδωκας τῷ διαβόλῳ πληγὴν, ἤλειψας δὲ τοὺς ὑπὲρ τῆς ἀληθείας ἀγωνιζομένους, καθάπερ ἀριστεὺς γενναῖος ἐν πολέμῳ τρόπαιον στήσασα λαμπρὸν, καὶ νίκην ἀραμένη φαιδρὰν, καὶ ἡμᾶς δὲ τοσαύτης ἐνέπλησας ἡδονῆς, ὡς νομίζειν μήτε ἐν ἀλλοτρίᾳ εἶναι, μήτε ἐν ξένῃ γῇ, μήτε ἐν ἐρημίᾳ, ἀλλ' ἐκεῖσε παρεῖναι, καὶ μεθ' ὑμῶν εἶναι, καὶ ἐντρυφᾷν σου τῇ τῆς ψυχῆς ἀρετῇ. Χαῖρε τοίνυν καὶ εὐφραίνου τοιαύτην ἀραμένη νίκην, καὶ τοιούτους εὐκόλως ἐπιστομίσασα θῆρας, καὶ τὰς ἀναισχύντους αὐτῶν ἐμφράξασα γλώττας, καὶ λυσσῶντα ἀποῤῥάψασα στόματα. Τοιοῦτον γὰρ ἡ ἀλήθεια μεθ' ἧς ἠγωνίσω, καὶ ὑπὲρ ἧς ἐσφάγης πολλάκις· ἐν βραχέσι ῥήμασι κρατεῖ τῶν συκοφαντούντων· ὥσπερ οὖν τὸ ψεῦδος κἂν μυρίους περιβάληται λόγων διαύλους, διαῤῥεῖ καὶ καταπίπτει ῥᾳδίως, καὶ ἀράχνης ἐστὶν ἀδρανέστερον. Χαῖρε τοίνυν καὶ εὐφραίνου (οὐ γὰρ παύσομαι συνεχῶς ταῦτα λέγων τὰ ῥήματα), ἀνδρίζου, καὶ κραταιοῦ, καὶ καταγέλα πάσης ἐπαγομένης σοι παρ' αὐτῶν ἐπιβουλῆς. Ὅσῳ γὰρ ἂν χαλεπώτερον ἀγριαίνωσι, τοσούτῳ βαθυτέρας καθ' ἑαυτῶν τὰς πληγὰς ἐπιφέρουσι, σὲ μὲν οὐδὲ μικρὸν ἀδικοῦντες, ὥσπερ οὐδὲ τὴν πέτραν τὰ κύματα, ἑαυτοὺς δὲ διαλύοντες, καὶ ἀσθενεστέρους ποιοῦντες, καὶ ὑπερβαλλούσας καθ' ἑαυτῶν σωρεύοντες τὰς τιμωρίας. Μηδὲν τοίνυν δέδιθι τῶν ἀπειλουμένων, κἂν τοὺς ὀδόντας βρύχωσι, κἂν θυμῷ πολλῷ μεθύωσι, κἂν φόνιον βλέπωσιν, εἰς ἀγριότητα θηρίων ὑπὸ τῆς πονηρίας ἐκπεσόντες. Ὁ γὰρ μέχρι σήμερον ἐξαρπάσας σε τῶν ποικίλων αὐτῶν καὶ διαφόρων ἐπιβουλῶν, οὗτός σε καὶ εἰς τὸ μέλλον ἀνδριζομένην ἐν ἀσφαλείᾳ καταστήσει πλείονι· καὶ ἐρεῖς καὶ αὐτή· Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν, καὶ ἐξησθένησαν ἐπ' αὐτοὺς αἱ γλῶσσαι αὐτῶν. Ὅπερ καὶ γέγονε, καὶ ἔσται· ὥστε καί σε μείζονα καρπώσασθαι τὸν μισθὸν, καὶ λαμπροτέρους στεφάνους λαβεῖν, ἐκείνους τε ἀμετανόητα νοσοῦντας μείζονι παραδοθῆναι κολάσει. Τί γὰρ ἐνέλιπον ἐπιβουλῆς; ποῖον τρόπον μηχανημάτων οὐκ ἐκίνησαν, ἐπιχειροῦντες ἐπιβουλεύειν τῇ στεῤῥᾷ σου καὶ γνησίᾳ Θεῷ, μᾶλλον δὲ καὶ γενναίᾳ καὶ ἀνδρειοτάτῃ ψυχῇ; Κατήγαγον εἰς ἀγορὰν, τὴν ἐκκλησίας καὶ θαλάμου πλέον εἰδυῖαν οὐδὲν, ἀπ' ἀγορᾶς εἰς δικαστήριον, ἀπὸ δικαστηρίου εἰς δεσμωτήριον. Ψευδομαρτύρων ἠκόνησαν γλώσσας, συκοφαντίαν ἔῤῥαψαν ἀναίσχυντον, φόνους εἰργάσαντο, καὶ χειμάῤῥους αἱμάτων ῥεῦσαι ἐποίησαν, καὶ πυρὶ καὶ σιδήρῳ σώματα νέων ἀνάλωσαν, ἄνδρας τοσούτους καὶ τοιούτους πληγαῖς, αἰκισμοῖς, μυρίαις τιμωρίαις περιέβαλον, πάντα ἐκίνησαν, ἵνα δυνηθῶσιν ἀναγκάσαι σε καὶ βιάσασθαι τῷ φόβῳ εἰπεῖν τἀναντία ὧν ᾔδεις. Καὶ καθάπερ ἀετὸς ὑψηλὰ πετόμενος, οὕτω διαῤῥήξασα αὐτῶν τὰ δίκτυα, πρὸς τὸ σοὶ πρέπον τῆς ἐλευθερίας ἀνέβης ὕψος, οὐ παραλογισθεῖσα παρ' αὐτῶν, ἀλλὰ καὶ συκοφάντας αὐτοὺς ἀποφήνασα ἐπὶ τῷ ἐγκλήματι τούτῳ τοῦ ἐμπρησμοῦ, ἐφ' ᾧ μάλιστα ἐδόκουν μέγα φρονεῖν οἱ ἄθλιοι καὶ ταλαίπωροι. Ἐννοοῦσα τοίνυν τὰ παρελθόντα ἅπαντα, πόσα κύματα, καὶ χειμῶνά σοι οὐκ εἰργάσαντο, πόση ζάλη, καὶ κλυδώνιον οὐκ ἐποίησεν· ἀλλ' ἐν μέσῃ μαινομένῃ θαλάττῃ μετὰ γαλήνης ἔπλευσας· προσδόκα ταχέως καὶ τὸν λιμένα μετὰ πολλῶν τῶν στεφάνων. Ἐπειδὴ δὲ καὶ περὶ ἡμῶν βούλει μανθάνειν, ζῶμεν, ὑγιαίνομεν, πάσης ἀπηλλάγμεθα ἀῤῥωστίας. Εἰ δὲ καὶ ἠῤῥωστοῦμεν, ἱκανὸν ἡμῖν φάρμακον εἰς ὑγείαν τῆς σῆς εὐλαβείας ἡ ἀγάπη, ἡ γνησία, καὶ θερμὴ, καὶ στεῤῥὰ, καὶ ἀπερίτρεπτος. Ἐπεὶ οὖν οὐ τὴν τυχοῦσαν ἡμῖν εὐφροσύνην φέρει τὸ συνεχῶς μανθάνειν τὰ περὶ τῆς ῥώσεώς σου, καὶ τῆς ἀσφαλείας ἁπάσης, παρακαλοῦμεν, ὃ καὶ χωρὶς παρακλήσεως εἴωθας ποιεῖν, συνεχέστερον ἐπιστέλλειν τὰ περὶ τῆς ὑγείας σου, καὶ τοῦ οἴκου σου παντὸς, καὶ τῶν προσηκόντων σοι· οἶσθα γὰρ ὅπως καὶ σὲ καὶ τὸν εὐλογημένον σου οἶκον πάντα μεριμνῶμεν.