# Epistulae 18-242 Πενταδίᾳ διακόνῳ.

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242, Πενταδίᾳ διακόνῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/epistulae-18-242/%CE%A0%CE%B5%CE%BD%CF%84%CE%B1%CE%B4%CE%AF%E1%BE%B3%20%CE%B4%CE%B9%CE%B1%CE%BA%CF%8C%CE%BD%E1%BF%B3.

Τῶν μὲν στεφάνων σε μακαρίζω, οὓς ἀνεδήσω καὶ νῦν, διὰ τῆς ἀνδρείας πάντα ἑλομένη παθεῖν ὑπὲρ τῆς ἀληθείας. Διὰ τοῦτο καὶ τὸν Θεὸν ὑπερασπίζοντά σου ἔχεις μετὰ πολλῆς τῆς σφοδρότητος. Ἕως γὰρ θανάτου, φησὶν, ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας, καὶ ὁ Κύριος πολεμήσει ὑπὲρ σοῦ. Ὅπερ καὶ γέγονε. Μέχρι γὰρ τοσούτου δραμοῦσα τὸν καλὸν τοῦτον ἀγῶνα, πολλὰ ἄνωθεν ἐπεσπάσω τὰ βραβεῖα· τούτου μὲν οὖν ἕνεκεν χαίρω. Ἐπειδὴ δὲ ἔγνων, ὅτι βουλεύῃ περὶ ἀποδημίας, καὶ μεταστῆναι ἐκεῖθεν βούλει, παρακαλῶ σου τὴν τιμιότητα μηδὲν τοιοῦτον ἐννοῆσαι μηδὲ βουλεύσασθαι. Πρῶτον μὲν δι' αὐτὸ τοῦτο, ὅτι δὴ στήριγμα τῆς πόλεως εἶ τῆς αὐτόθι, καὶ λιμὴν εὐρὺς, καὶ βακτηρία, καὶ τεῖχος ἀσφαλὲς τοῖς καταπονουμένοις. Μηδὲ τοσαύτην ἀπὸ τῶν χειρῶν ἐμπορίαν ῥίψῃς, μηδὲ τοσοῦτον πρόῃ κέρδος, τοσούτους καθ' ἑκάστην ἡμέραν συνάγουσα θησαυροὺς ἀπὸ τῆς παρουσίας τῆς αὐτόθι. Οἵ τε γὰρ ὁρῶντες, οἵ τε ἀκούοντές σου τὰ κατορθώματα, οὐ μικρὰ κερδαίνουσιν. Οἶσθα δὲ ἡλίκον τοῦτο φέρει σοι τὸν μισθόν. Πρῶτον μὲν, ὅπερ ἔφην, διὰ τοῦτο παρακαλοῦμεν αὐτόθι μένειν· καὶ γὰρ πεῖραν οὐ μικρὰν δέδωκας τῆς ὠφελείας, ἣν παρέσχες διὰ τῆς αὐτόθι παραμονῆς. Ἔπειτα δὲ οὐδὲ ἡ τοῦ ἔτους ὥρα ἐπιτρέπει τοῦτο. Οἶσθα γάρ σου τοῦ σώματος τὴν ἀσθένειαν, καὶ πῶς οὐ ῥᾴδιόν σοι κινεῖσθαι ἐν κρυμῷ τοσούτῳ καὶ χειμῶνι. Πρὸς τούτοις, ὡς ἀκούομεν, καὶ τὰ Ἰσαυρικὰ ἀνθεῖ. Πάντα τοίνυν ταῦτα λογισαμένη ὡς συνετὴ, μηδαμοῦ τέως κινεῖσθαι καταδέχου, καὶ περὶ τούτου γράψαι ἡμῖν διὰ ταχέων παρακλήθητι, καὶ περὶ τῆς ὑγείας συνεχῶς δήλου τῆς σῆς. Ἐπεὶ καὶ νῦν ἠλγήσαμεν, μὴ δεξάμενοι γράμματά σου τῆς τιμιότητος, καὶ ἐν φροντίδι καθεστήκαμεν, μήποτε ἀῤῥωστία τοῦτο διεκώλυσεν. Ἵν' οὖν καὶ ταύτην ἀνέλῃς ἡμῶν τὴν φροντίδα, ταχέως ἡμῖν πέμψον ἐπιστολὴν ταῦτα δηλοῦσαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg097.local001/.
