Ancient Greek
Τιμοθέῳ πρεσβυτέρῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Τιμοθέῳ πρεσβυτέρῳ.
Not analysed yet
Ἡμεῖς μὲν σοὶ καὶ πρώην ἐπεστάλκαμεν καὶ τῷ κυρίῳ μου τῷ τιμιωτάτῳ τριβούνῳ Μαρκιανῷ· αὐτὸς δὲ οὔτε παρ' ἐκείνου γράμματα ἡμῖν πεμφθῆναι παρεσκεύασας, οὔτε αὐτὸς ἡμῖν ἐπέσταλκας. Ἀλλ' ὅμως ἡμεῖς ἑαυτοὺς μιμούμενοι, οὐ παυόμεθα διηνεκῶς ὑμῶν μεμνημένοι καὶ ἐπιστέλλοντες, ἡνίκα ἂν ἐξῇ· ὃ δὴ καὶ νῦν πεποιήκαμεν, χάριτας ὑμῖν ὁμολογοῦντες μυρίας ὑπὲρ τῆς σπουδῆς ἧς ἐπιδείκνυσθε, καὶ τῶν κινδύνων οὓς ὑπομένετε, καὶ μακαρίζοντες ὑμᾶς. Οὐ γὰρ μικροὺς ἐντεῦθεν ὑμῖν προαποτίθεσθε στεφάνους, πρὸς ὀλίγον μὲν θλιβόμενοι, διηνεκεῖς δὲ ἀμοιβὰς ἐν τοῖς οὐρανοῖς προπαρασκευάζοντες ὑμῖν, καὶ πολλῷ μείζους τῶν ἱδρώτων τούτων. Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.