# Epistulae 18-242 Τῷ αὐτῷ.-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242, Τῷ αὐτῷ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/epistulae-18-242/%CE%A4%E1%BF%B7%20%CE%B1%E1%BD%90%CF%84%E1%BF%B7.-2

Καὶ τοῦτο σὸν τοῦ θερμοτάτου καὶ σφοδροῦ ἡμῶν ἐραστοῦ. Μετὰ μὲν τὸ τὴν προτέραν ἀναγνῶναι ἐπιστολὴν, ἐδεξάμην καὶ δευτέραν, ἐν μιᾷ ἀμφοτέρας ἡμέρᾳ, καὶ σφόδρα ἥσθην. Εἶχε γάρ τι πλέον ἡ δευτέρα, οὐχὶ ῥήματα σὰ μόνον, ἀλλὰ καὶ γράμματα σὰ ἡμῖν ἐπιδεικνῦσα· ὃ καὶ προσθήκην ἡμῖν πεποίηκεν ἡδονῆς, ὅτι μὴ τῆς ψυχῆς σου μόνον τῆς θερμῆς καὶ γνησίας, ἀλλὰ καὶ τῆς δεξιᾶς μετὰ δαψιλείας τὴν εἰκόνα ἐθεασάμεθα. Ποίει δὴ τοῦτο συνεχῶς, καὶ τὴν παραμυθίαν, ἣν αὐτὸς ἡμῖν καὶ τοῦτον ἐπενόησας τὸν τρόπον, μετὰ δαψιλείας πάρεχε. Ἐνταῦθα γάρ σε ἑλκύσαι λοιπὸν οὐ τολμῶμεν· τοσαῦτα τῆς Ἀρμενίας τὰ κακὰ, καὶ χειμὼν ἕτερος ἅπαντα διεδέξατο. Ὅπου γὰρ ἄν τις ἀφίκηται, χειμάῤῥους αἱμάτων, πλῆθος σωμάτων νεκρῶν, οἰκίας κατεσκαμμένας, πόλεις ἀνῃρημένας ὄψεται. Ἡμεῖς δὲ δοκοῦμεν ἐν ἀσφαλείᾳ εἶναι ὥσπερ ἐν δεσμωτηρίῳ χαλεπῷ, τῷ φρουρίῳ τούτῳ κατακεκλεισμένοι· οὐ μὴν ἀδείας ἀπολαύειν δυνάμεθα, διὰ τοὺς καθημερινοὺς φόβους, διὰ τὰς φήμας τῶν θανάτων γεμούσας, διὰ τὴν συνεχῶς προσδοκωμένην τῶν Ἰσαύρων ἔφοδον, διὰ τὴν τοῦ σώματος, ᾗ μέχρι νῦν προσπαλαίομεν, ἀσθένειαν. Ἀλλ' ὅμως καὶ ἐν τοσούτοις ὄντες κακοῖς, οὐ μικρὰν καὶ ἐν τοσαύτῃ περιστάσει καρπούμεθα παραμυθίαν, ὅταν τὰ περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελιζόμενα ἡμᾶς δεχώμεθα γράμματα.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg097.local001/.
