# Epistulae 18-242 Τῷ αὐτῷ.

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242, Τῷ αὐτῷ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/epistulae-18-242/%CE%A4%E1%BF%B7%20%CE%B1%E1%BD%90%CF%84%E1%BF%B7.

Μετὰ τὸ γράψαι τὴν προτέραν ἐπιστολὴν, ἰδὼν τὸν τιμιώτατον καὶ εὐλαβέστατον Ἀφραάτην προσηλωμένον ἡμῖν, καὶ οὐκ ἀνεχόμενον οὔτε ἀπᾶραι ἐντεῦθεν, καὶ ἀπειλοῦντα μήτε γράμματα δέχεσθαι παρ' ἡμῶν, εἰ μὴ ἀπολάβοιμι τὰ ἀποσταλέντα, ἐπέθηκα τύπον τῷ πράγματι σφόδρα κεχαρισμένον τῇ εὐγενείᾳ σου, καὶ ἀναπαύοντά σου τὴν ἐμμέλειαν, ὃν παρ' αὐτοῦ μαθὼν, κέλευσον διάκονον γενέσθαι τῆς καλῆς ταύτης οἰκονομίας. Οἶσθα γὰρ ἡλίκον ἔσται τοῦ πράγματος τὸ κέρδος καὶ διὰ τῆς παρουσίας τούτου τῆς εἰς τὴν Φοινίκην, καὶ διὰ τῆς φιλοτιμίας τῆς σῆς μεγαλοπρεπείας. Καὶ ἀμφοτέρων τούτων αὐτὸς λήψῃ τὸν μισθὸν, ἅτε τοσαύτην δαψίλειαν ἐπιδεικνύμενος περὶ τοὺς ἐν Φοινίκῃ κατηχοῦντας τοὺς Ἕλληνας, καὶ περὶ τὴν οἰκοδομὴν τῶν ἐκκλησιῶν ἐσπουδακότας, καὶ ἄνδρα τοιοῦτον ἀναστήσας, καὶ πέμψας εἰς παράκλησιν αὐτῶν, καὶ μάλιστα νῦν ἐν τοσαύτῃ δυσκολίᾳ καθεστηκότων, καὶ παρὰ πολλῶν πολεμουμένων. Ἐννοήσας τοίνυν τοῦ κατορθώματος τὸν ὄγκον, μὴ ἀφῇς μηδὲ μικρὸν αὐτὸν ἀναβάλλεσθαι, ἀλλ' ἀμελλητὶ τῆς ὁδοῦ ταύτης ἅψασθαι παρασκεύασον, πολλὴν σαυτῷ διὰ τῆς καλῆς ταύτης σπουδῆς, δέσποτά μου θαυμασιώτατε, προαποτιθέμενος παρὰ τῷ φιλανθρώπῳ Θεῷ τὴν ἀμοιβήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg097.local001/.
