Ancient Greek · ~4 min
Φαυστίνῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Φαυστίνῳ.
Not analysed yet
Ἀφικόμεθα εἰς τὴν Κουκουσὸν ὑγιαίνοντες (ἐντεῦθεν γὰρ προοιμιάσομαι, ὅθεν καὶ αὐτὸς ἐπιθυμεῖς ἀρχομένης ἀκοῦσαι τῆς ἐπιστολῆς), καὶ εὑρήκαμεν χωρίον θορύβων καθαρὸν, καὶ πολλῆς μὲν ἀπραγμοσύνης, πολλῆς δὲ γέμον ἡσυχίας, καὶ οὐδένα τὸν ἐνοχλοῦντα οὐδὲ ἀπελαύνοντα ἔχον. Καὶ τί θαυμαστὸν εἰ ἐν τῇ πόλει τοῦτο, ὅπουγε τὴν ἐρημοτάτην ὁδὸν καὶ ἐπισφαλῆ καὶ ὕποπτον, τὴν ἐκεῖθεν ἐνταῦθα φέρουσαν ἀδεῶς καὶ ἀπραγμόνως διήλθομεν, πλείονος ἀπολαύσαντες ἀσφαλείας ἢ ἐν ταῖς εὐνομουμέναις τῶν πόλεων; Τούτων τοίνυν ἡμῖν τῶν εὐαγγελίων δίδου τὸν μισθὸν, συνεχῶς ἡμῖν ἐπιστέλλων περὶ τῆς ὑγείας τῆς σῆς. Καὶ γὰρ ἐν ἡσυχίᾳ πολλῇ διάγοντες ἐνταῦθα διηνεκῶς ἀναπλάττομέν σου τῆς διανοίας τὸ εὐγενὲς, τὸ ἐλευθέριον, τὸ μισοπόνηρον, τὸ πεπαῤῥησιασμένον, ἅπαντα τῶν ἀρετῶν σου τὸν λειμῶνα, καὶ ἐντρυφῶμεν τῇ μνήμῃ, ὅπουπερ ἂν ἀπίωμεν πανταχοῦ σε περιφέροντες, καὶ μεθ' ὑπερβολῆς ἐκκαιόμενοι τῷ φίλτρῳ τῷ περὶ σέ. Διὸ καὶ ἐπιθυμοῦμεν καὶ ἐνταῦθά σε παραγενόμενον ἰδεῖν. Ἐπεὶ δὲ τοῦτο ἐργῶδες, ἐπὶ τὸν δεύτερον ἐρχόμεθα πλοῦν, καὶ τὴν διὰ τῶν γραμμάτων αἰτοῦμεν παράκλησιν. Καὶ γὰρ μεγίστη παραψυχὴ ἡμῖν ἔσται τὸ συνεχῶς δέξασθαι ἐπιστολὰς εὐαγγελιζομένας ἡμῖν περὶ τῆς ὑγείας τῆς σῆς.