Ancient Greek · ~3 min
Φιλίππῳ πρεσβυτέρῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Φιλίππῳ πρεσβυτέρῳ.
Not analysed yet
Ἐθαύμασα, πῶς ἐν οὕτω χρόνῳ μακρῷ ἡμῖν οὐκ ἐπέσταλκας, ἀλλ' ἀγάπην μὲν περὶ ἡμᾶς ἐπιδείκνυσαι καὶ ἀπόντας πολλὴν, γραμμάτων δὲ ἡμῖν οὐ μετέδωκας τῶν σῶν. Νῦν γοῦν ἡμῖν γράφειν μὴ κατοκνήσῃς, τὰ περὶ τῆς ὑγείας τῆς σῆς δηλῶν· ὡς ἡμεῖς γε, καὶ μὴ γράφοντός σου, τὰ σὰ περιεργαζόμεθα, καὶ ἔγνωμεν, ὅτι καὶ τῆς σχολῆς ἐξεβλήθητε, τὴν ὑμῖν πρέπουσαν παῤῥησίαν ἐπιδειξάμενοι. Τοῦτο ὑμῖν μισθὸς, τοῦτο πραγματεία οὐράνιος, τοῦτο στέφανος ἀκήρατος, τοῦτο βραβείων πλῆθος. Ταῦτ' οὖν ἅπαντα λογιζόμενοι, γενναίως φέρετε τὰ συμπίπτοντα. Ἱκανὸς γὰρ ὁ Θεὸς καὶ τοὺς πειρασμοὺς λῦσαι τούτους, καὶ ταχίστην ποιῆσαι γαλήνην, καὶ τῆς ὑπομονῆς ὑμῖν ταύτης πολὺν καὶ ἐν τῷ μέλλοντι αἰῶνι δοῦναι τὸν μισθόν.