# Epistulae 18-242 Χαλκιδίᾳ καὶ Ἀσυγκριτίᾳ.

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242, Χαλκιδίᾳ καὶ Ἀσυγκριτίᾳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/epistulae-18-242/%CE%A7%CE%B1%CE%BB%CE%BA%CE%B9%CE%B4%CE%AF%E1%BE%B3%20%CE%BA%CE%B1%E1%BD%B6%20%E1%BC%88%CF%83%CF%85%CE%B3%CE%BA%CF%81%CE%B9%CF%84%CE%AF%E1%BE%B3.

Μηδὲν ὑμᾶς ταραττέτω τῶν συμβαινόντων λυπηρῶν, μηδὲ τὰ ἐπάλληλα τῶν πραγμάτων κύματα θορυβείτω ὑμῶν τὴν διάνοιαν. Τοιαύτη γὰρ ἡ στενὴ καὶ τεθλιμμένη ὁδὸς, πολλὴν ἔχουσα τὴν δυσκολίαν, πολλοὺς τοὺς ἱδρῶτας καὶ τοὺς πόνους. Ἀλλὰ ταῦτα μὲν παροδεύεται καὶ τῷ παρόντι συγκαταλύεται βίῳ. Κἂν γὰρ στενὴ ἡ ὁδὸς, ἀλλ' ὁδός ἐστιν· τὰ δὲ ἐκ τοῦ ταῦτα φέρειν πράως καὶ γενναίως βραβεῖα διηνεκῆ καὶ ἀθάνατα, καὶ πολλῷ μείζονα τῶν ἱδρώτων. Ἐννοοῦσαι τοίνυν καὶ τὸ ἐπίκηρον καὶ τὸ πρόσκαιρον τῆς θλίψεως, καὶ τὸ διηνεκὲς καὶ ἀθάνατον τῶν ἀμοιβῶν, φέρετε πάντα γενναίως, μηδενὶ τῶν συμπιπτόντων δυσχερῶν ταραττόμεναι. Ἓν γάρ ἐστι λυπηρὸν ἁμαρτία μόνον· τὰ δὲ ἄλλα πάντα, ἐξορίαι, δημεύσεις, ἀπαγωγαὶ, ἐπιβουλαὶ, καὶ ὅσα τοιαῦτα, σκιά τίς ἐστιν καὶ καπνὸς καὶ ἀράχνη, καὶ εἴ τι τούτων εὐτελέστερον. Ἅτε οὖν καὶ κατὰ τὸν ἔμπροσθεν χρόνον πολλοὺς μελετήσασαι φέρειν πειρασμοὺς, καὶ νῦν τὴν ἁρμόττουσαν ὑμῖν ἐπιδείκνυσθε ὑπομονήν. Αὕτη γὰρ ἐν ἀσφαλείᾳ καὶ ἀδείᾳ καὶ γαλήνῃ πολλῇ καταστῆσαι ὑμᾶς δυνήσεται, καὶ δοκιμωτέρας ποιῆσαι. Καὶ γράφετε συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας, ἄν τινας εὕρητε δι' ἰδίαν χρείαν παραγενομένους ἐνταῦθα. Ἴστε γὰρ ὅπως αὐτῆς ἀντεχόμεθα, καὶ ὅπως βουλόμεθα πυκνότερον περὶ ταύτης μανθάνειν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg097.local001/.
