Ancient Greek
Ἀδολίᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἀδολίᾳ.-2
Not analysed yet
Ὅτι μὲν ἠῤῥώστησας, ἔγνωμεν, καὶ ὅτι χαλεπῶς ἠῤῥώστησας, καὶ πρὸς αὐτὰς ἦλθες τοῦ θανάτου τὰς πύλας· ἀλλὰ καὶ ὅτι ἀνήνεγκας ἐκ τῆς ἀῤῥωστίας, καὶ τοῦ κινδύνου λοιπὸν ἀπαλλαγεῖσα πρὸς ὑγείαν ὁδεύεις. Ἀλλ' οὐ παρὰ τῶν σῶν γραμμάτων ἔμαθόν τι τούτων, διὸ καὶ σφόδρα ἤλγησα· ἀλλ' ἑτέρωθεν, καὶ παρ' ἑτέρων. Πλὴν ἀρκεῖ εἰς παραμυθίαν ἡμῖν τὸ τῆς ἀῤῥωστίας ἀπηλλάχθαι σου τὴν εὐλάβειαν. Οὐ μὴν, ἐπειδὴ ἀρκεῖ, πράως φέρομεν τὴν μακράν σου ταύτην σιγήν. Ἐβουλόμεθα γὰρ, καθάπερ καὶ αὐτὴ οἶσθα, καὶ παραγενομένην ἐνταῦθα ἰδεῖν. Καὶ γὰρ εἰ μὴ ἀῤῥωστία παρενέπεσε, τὸ κωλύον οὐδὲν ἦν. Ὅ τε γὰρ χειμὼν ὁ ἐνταῦθα ἔαρ ἡμερώτατον τέως μιμεῖται, τῶν τε Ἰσαύρων ἡ Ἀρμενία ἀπήλλακται. Ἀλλ' ὅμως οὐδὲν ἀναγκάζομεν, οὐδὲ βιαζόμεθα μὴ βουλομένην ὑπὲρ τῆς ἐνταῦθα παρουσίας. Ἀλλ' ὅπερ οὔτε Ἰσαύρων φόβος, οὔτε χειμῶνος σφοδρότης, οὔτε ὁδοῦ ταλαιπωρία, οὔτ' ἄλλο οὐδὲν κωλύει, τοῦτο αἰτοῦμεν συνεχῶς ἡμῖν ὑπάρχειν τὰ γράμματα, τὰ τῆς θερμῆς σου καὶ γνησίας διαθέσεως. Ἢν γὰρ τούτων ἀπολαύωμεν συνεχῶς, ἀπαγγελλόντων ἡμῖν τὰ περὶ τῆς ὑγιείας καὶ εὐθυμίας τῆς σῆς, οὐ τὴν τυχοῦσαν καὶ ἐντεῦθεν καρπωσόμεθα παραμυθίαν. Ἐννοοῦσα τοίνυν ἡλίκην ἡμῖν χαριῇ χάριν, μὴ κατόκνει τοῦτο ποιεῖν. Οἶσθα γὰρ ὅπως ἀντεχόμεθά σου τῆς εὐγενείας, καὶ ὅσην ἀεὶ περὶ τὴν σὴν ἐμμέλειαν ἐπεδειξάμεθα τὴν ἀγάπην.