# Epistulae 18-242 Ἀδολίᾳ

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242, Ἀδολίᾳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/epistulae-18-242/%E1%BC%88%CE%B4%CE%BF%CE%BB%CE%AF%E1%BE%B3

Πολλάκις μὲν ἐπεστάλκαμέν σου πρὸς τὴν εὐλάβειαν, ἀλλ' οὐκ ἀρκεῖ τοῦτο τὸ πολλάκις ἡμῖν, ἀλλ' ἐβουλόμεθα μὲν καθ' ἑκάστην ἡμέραν τοῦτο ποιεῖν. Οἶσθα γὰρ ὅπως διακείμεθα περὶ τὴν ἐμμέλειαν τὴν σήν. Ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι, ἡνίκα ἂν ἐξῇ, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι τὴν ὀφειλομένην ἀποπληροῦμεν πρόσρησιν, συνεχῶς καὶ διηνεκῶς βουλόμενοι μανθάνειν τὰ περὶ τῆς ὑγείας τῆς σῆς, καὶ τῆς εὐθυμίας. Παρακαλῶ τοίνυν, εἰδυῖα ἡλίκα ἡμῖν χαρίζῃ ταῦτα ἐπιστέλλουσα, ἔργον ποιήσασθαι τοῦτο παρακλήθητι, τὸ συνεχῶς ἡμῖν ταῦτα ἐπιστέλλειν. Ἐπεὶ καὶ νῦν οὐχ ὡς ἔτυχεν ἠλγήσαμεν, ὅτι ἀνδρὸς πᾶσιν, ὡς εἰπεῖν, γνωρίμου, καὶ ἡμῖν ἀγαπητοῦ, μέλλοντος ἐνταῦθα παραγενέσθαι, τοῦ κυρίου μου τοῦ τιμιωτάτου Λιβανίου, οὐκ ἐπέστειλας ἡμῖν, ἀγνοήσασα μὲν ἴσως· πλὴν ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο ἀλγοῦμεν, ὅτι ἀγνοεῖς τοὺς ἐκεῖθεν πρὸς ἡμᾶς ἐρχομένους. Ἡμεῖς γὰρ οὐ παυόμεθα περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες τοὺς ἐντεῦθεν πρὸς ὑμᾶς παραγενομένους, ἡνίκα ἂν ἐξῇ, δι' ἐκείνων ἡμῖν τὴν ἐπιθυμίαν τὴν ἑαυτῶν πληροῦντες· αὕτη δέ ἐστι τὸ συνεχῶς ἐπιστέλλειν πρὸς τὴν σὴν ἐμμέλειαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg097.local001/.
