Ancient Greek · ~3 min
Ἀλφίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἀλφίῳ.-4
Not analysed yet
Ἡμεῖς εἰ καὶ πόῤῥω σου καθήμεθα, ἀλλ' ἀκούοντές σου τὰ κατορθώματα, καὶ τὴν πολλὴν μεγαλοψυχίαν, ἣν περὶ τοὺς δεομένους ἐπιδείκνυσαι, σκιρτῶμεν, εὐφραινόμεθα, χαίρομεν. Καὶ ἐβουλόμεθα μὲν καὶ κατ' ὄψιν συντυχεῖν σου τῇ τιμιότητι, καὶ πολλὰς παρόντι παρόντας ὁμολογῆσαί σοι χάριτας. Ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, διὰ τὸ τὰ Ἰσαυρικὰ μὲν ἐπιταθῆναι πλέον, καὶ πᾶσαν ἀποτετειχίσθαι τὴν ὁδόν· εὖ γὰρ οἶδ' ὅτι εἰ μὴ τοῦτο ἦν, καὶ αὐτὸς παρεγένου, καὶ πολλὴν ἐποιήσω σπουδὴν δραμεῖν ἕως ἡμῶν· ἀλλ' ἐπειδὴ τοῦτο τέως οὐ δυνατὸν, καὶ γράφομεν, καὶ προσαγορεύομέν σου τὴν τιμιότητα, καὶ παρακαλοῦμεν συνεχῶς, ἡνίκα ἂν ἐξῇ, ἐπιστέλλειν ἡμῖν, καὶ τὰ περὶ τῆς ὑγείας σου, καὶ τοῦ οἴκου σου παντὸς ἡμῖν εὐαγγελίζεσθαι. Οὐ γὰρ τὴν τυχοῦσαν, καὶ ἐνταῦθα καθήμενοι, ἀπὸ τῶν τοιούτων γραμμάτων τῆς σῆς τιμιότητος καρπωσόμεθα τὴν παράκλησιν.