# Epistulae 18-242 Ἀνατολίῳ ἐπαρχικῷ.

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242, Ἀνατολίῳ ἐπαρχικῷ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/epistulae-18-242/%E1%BC%88%CE%BD%CE%B1%CF%84%CE%BF%CE%BB%CE%AF%E1%BF%B3%20%E1%BC%90%CF%80%CE%B1%CF%81%CF%87%CE%B9%CE%BA%E1%BF%B7.

Ὀψὲ μὲν ἐπιστέλλω καὶ βραχέα, μᾶλλον δὲ βραδέως, πρὸς τὴν σὴν εὐγένειαν· πλὴν ἀλλ' οὐ ῥᾳθυμία τὴν σιγὴν εἰργάσατο, ἀλλ' ἀῤῥωστία μακρά· ὡς τῇ γε ἀγάπῃ διηνεκῶς συνδεδέμεθα, τὸ γνήσιόν σου τῆς ἀγάπης εἰδότες, τὸ ἐλευθέριον τῆς γνώμης, τὸ ἄπλαστον καὶ εἰλικρινές. Καὶ οὐκ ἐπαυσάμεθα πρὸς ἅπαντας ἀνακηρύττοντες τὴν διάθεσιν, ἧς συνεχῶς ἀπηλαύσαμεν παρὰ τῆς σῆς εὐγενείας, οὐχὶ παρόντες μόνον, ἀλλὰ καὶ ἀπόντες· οὐ γὰρ μετὰ τὴν ἀποδημίαν ἔλαθεν ἡμᾶς, ὅσα καὶ ποιεῖν καὶ λέγειν ὑπὲρ ἡμῶν ἐσπούδακας. Ὁ Θεός σοι δῴη τὸν μισθὸν τῆς τοιαύτης σπουδῆς, καὶ ἐνταῦθα, καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Ἵνα δὲ καὶ πλείονος ἀπολαύωμεν ἡδονῆς, μὴ γράφοντες μόνον, ἀλλὰ καὶ γράμματα δεχόμενοι παρὰ τῆς ἐμμελείας τῆς σῆς, ἐπιστεῖλαι ἡμῖν παρακλήθητι, περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζόμενος, ἵνα καὶ ἐν τῇ ἐρημίᾳ ταύτῃ καθεζόμενοι πολλὴν καρπωσώμεθα τὴν παράκλησιν. Ἂν γὰρ δεξώμεθα ἐπιστολὴν τῆς ἀγάπης σου, τὰ περὶ τῆς ῥώσεως ἡμῖν ἀπαγγέλλουσαν τῆς σῆς, καὶ τῶν σοὶ προσηκόντων ἁπάντων, πολλὴν, καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες γῇ, δεξόμεθα παράκλησιν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg097.local001/.
