Ancient Greek · ~3 min
Ἀνατολίῳ ἐπισκόπῳ Ἀδάνης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἀνατολίῳ ἐπισκόπῳ Ἀδάνης.
Not analysed yet
Ἐγὼ μὲν καὶ συγγενέσθαι ἐπεθύμουν σου τῇ τιμιότητι, παρὰ πολλῶν ἀκούων τὸν θερμὸν ἔρωτα, ὃν περὶ ἡμᾶς ἔχεις, καὶ ταῦτα μὴ συγγενόμενος ἡμῖν. Ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, τὸ τῆς συνουσίας ἐλπὶς γενέσθαι, διορθοῦμαι τῇ τῶν γραμμάτων ὁμιλίᾳ, χάριν ἑαυτῷ παρέχων μεγίστην. Εἰ γὰρ καὶ ἐρημότατον χωρίον, εἰς ὃ νῦν ἀπηνέχθημεν, ἡ Κουκουσὸς, καὶ κινδύνων γέμον πολλῶν, καὶ φόβῳ διηνεκεῖ τῶν λῃστῶν πολιορκούμενον, ἀλλ' οὐδὲν τούτων ἡμᾶς θορυβεῖ, οὐδὲ διαταράττει, τῆς ὑμετέρας ἀπολαύοντας ἀγάπης· ἀλλ' εἰ καὶ τῷ σώματι διεστήκαμεν, τῇ ψυχῇ συνδεδεμένοι μετὰ πολλῆς τῆς σφοδρότητος ὑμῖν, τὴν ὑμετέραν μᾶλλον τὴν ἀτάραχον καὶ ἀπόλεμον, ἢ τὴν Κουκουσὸν οἰκεῖν δοκοῦμεν, ἀεὶ μεθ' ὑμῶν ὄντες τῇ διαθέσει, καὶ ὅπουπερ ἂν ὦμεν, ἐπὶ διανοίας σε περιφέροντες.