# Epistulae 18-242 Ἀντιόχῳ.

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242, Ἀντιόχῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/epistulae-18-242/%E1%BC%88%CE%BD%CF%84%CE%B9%CF%8C%CF%87%E1%BF%B3.

Πότε γάρ σου ἐπιλαθέσθαι δυνάμεθα τῆς γλυκείας καὶ θερμῆς διαθέσεως, τῆς γνησίας καὶ εἰλικρινοῦς ἀγάπης, καὶ ἐλευθέρας γνώμης καὶ ὑψηλῆς, τῆς πεπαῤῥησιασμένης ψυχῆς; Κἂν γὰρ πρὸς αὐτὰς ἀπέλθωμεν τὰς ἐσχατιὰς τῆς οἰκουμένης, πανταχοῦ σε περιφέροντες ἄπιμεν, τὸν θερμὸν ἡμῶν ἐραστὴν, καὶ σφόδρα ἡμῖν τῷ τῆς ἀγάπης νόμῳ συνδεδεμένον. Διὸ καὶ πρὸς αὐτὴν τὴν ἐρημίαν τῆς καθ' ἡμᾶς οἰκουμένης ἀπῳκισμένοι, τὴν Κουκουσὸν λέγω, καὶ οὐ ῥᾳδίως ἐπιτυχεῖν τῶν τὰ γράμματα διακομιζόντων δυνάμενοι, πολλὴν ἐποιησάμεθα σπουδὴν ἐπιζητῆσαί τε καὶ εὑρεῖν τὸν ταύτην ἡμῶν τὴν ἐπιστολὴν διακομίζοντα, ὥστε σου προσειπεῖν τὴν θαυμασιότητα, καὶ τὴν ὀφειλομένην πρόσρησιν ἀποδοῦναι τῇ μεγαλοπρεπείᾳ τῇ σῇ. Ὅτι δὲ καὶ αὐτὸς, ἐξ ὧν ἤδη πεποίηκας, οὐ δεήσῃ τῆς παρ' ἡμῶν ὑπομνήσεως εἰς τὸ συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελίζεσθαι, οὐδὲν οἶμαι δεῖν ἀμφιβάλλειν. Καὶ γὰρ οὐ τὴν τυχοῦσαν καρπωσόμεθα παράκλησιν, ὅταν παρ' ὑμῶν τῶν σφόδρα ἡμᾶς ἀγαπώντων δεχώμεθα γράμματα, περὶ τῆς ῥώσεως τῆς ὑμετέρας δηλοῦντα, καὶ τὴν ἀγάπην διὰ τῶν ἐπιστολῶν συνεχῶς ἀνανεοῦντα, καὶ τὴν παρουσίαν τῆς ὑμετέρας ἀγάπης ποιοῦντα φαντάζεσθαι. Ἀρκεῖ γὰρ πυκνότης ἐπιστολῶν, ὅταν παρὰ φίλων γνησίων φέρηται, καὶ τῆς παρουσίας σοφίσασθαι τὴν ἡδονήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg097.local001/.
