Ancient Greek
Ἀραβίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἀραβίῳ.-2
Not analysed yet
Τὴν κάμινον τῆς ἀθυμίας, ἣν ἐπὶ τῆς ψυχῆς περιφέρεις ὑπὲρ τῶν εἰς ἡμᾶς γεγενημένων, σαφέστατα ἔδειξεν ἡμῖν τὸ γράμμα τὸ σὸν, καὶ πρὸ τούτου μὲν ἐπισταμένοις. Οὐ γὰρ δυνησόμεθα ἐπιλαθέσθαι τῆς πηγῆς τῶν δακρύων, ἣν ἐν ἀρχῇ τῶν κακῶν τούτων ὑφαινομένων ἠφίεις. Πλὴν ἀλλὰ καὶ ἡ ἐπιστολὴ τῶν δακρύων οὐκ ἔλαττον καὶ τῶν ὀδυρμῶν ἐκείνων ἀπεκάλυψε τὴν φλόγα τῆς λύπης ἡμῖν, τῆς ἐν τῇ καρδίᾳ τῇ σῇ. Τούτων προσδόκα τὰς ἀμοιβὰς παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Ἔστι γὰρ καὶ λύπης μισθὸς καὶ μέγας καὶ πολύς. Ἐπεὶ καὶ ἐπὶ Ἰουδαϊκῶν κακῶν ἦσάν τινες, οἳ τὰ γινόμενα παρ' αὐτῶν διορθῶσαι μὲν οὐκ ἠδύναντο, ἔστενον δὲ μόνον καὶ ἐθρήνουν, καὶ τοιαύτην ἐκαρπώσαντο τὴν ἀμοιβὴν, ὡς τῶν ἄλλων ἁπάντων ἀπολλυμένων, καὶ πανωλεθρίᾳ παραδιδομένων, ἐκείνους διαφυγεῖν τὴν ὀργήν. Δὸς γὰρ, φησὶ, τὸ σημεῖον ἐπὶ τὰ πρόσωπα τῶν στεναζόντων καὶ ὀδυρομένων. Καίτοι γε οὐκ ἐκώλυον τὰ γινόμενα, ἀλλ' ἐπειδὴ οὗπερ κύριοι ἦσαν ἐποίουν, ἕστενον, ἐθρήνουν τὰ γινόμενα, μεγίστην ἐντεῦθεν τὴν ἀσφάλειαν ἐκτήσαντο. Μὴ οὖν διαλίπητε καὶ ὑμεῖς, δεσπόται μου, στένοντες ταῦτα καὶ τὸν φιλάνθρωπον Θεὸν παρακαλοῦντες δοῦναι λύσιν τῷ κοινῷ τῆς οἰκουμένης ναυαγίῳ. Ἴστε γὰρ, ἴστε σαφῶς, ὡς πάντα θορύβων καὶ ταραχῆς πεπλήρωται, καὶ οὐχ ὑπὲρ Κωνσταντινουπόλεως χρὴ μόνον παρακαλεῖν, ἀλλ' ὑπὲρ τῆς οἰκουμένης ἁπάσης· ἐπειδήπερ ἐντεῦθεν ἀρξάμενον τὸ κακὸν, καθάπερ ῥεῦμα πονηρὸν ἐκχυθὲν, πανταχοῦ τῆς γῆς τὰς Ἐκκλησίας λυμαίνεται. Ὅπερ δὲ ἡμᾶς παρεκάλεσας, τοῦτο καὶ αὐτὸς παρ' ἡμῶν παρακλήθητι, ἕως ἂν ὑμῶν ὦμεν κεχωρισμένοι τῷ σώματι (τῇ γὰρ ψυχῇ ἀεὶ καὶ τῇ σῇ εὐγενείᾳ καὶ τῷ οἴκῳ σου συνδεδέμεθα), συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγείας σου εὐαγγελίζεσθαι μὴ κατόκνει. Οἶδας γὰρ ἡλίκην ἡμῖν δώσεις τὴν χάριν. Ἐπειδὴ ἐκέλευσας ἡμᾶς ἐν τοῖς σοῖς καταχθῆναι, καθὼς ἔμαθον ἐξελθὼν, οὐκ ἔτι ἔδοξεν ἡμᾶς εἰς Σεβάστειαν ἀπενεχθῆναι, ἀλλ' εἰς ἐρημότατον χωρίον τῆς Ἀρμενίας Κουκουσὸν, καὶ σφαλερώτατον τῆς τῶν Ἰσαύρων ἐπιδρομῆς ἕνεκεν. Χάριν μέντοι ἴσμεν τῇ εὐγενείᾳ τῇ σῇ, καὶ δεδέγμεθα τὴν τιμὴν, ὅτι καὶ ἀπόντων οὕτως ἐφρόντισας, ὥστε εὐτρεπίσαι τὸ καταγώγιον ἡμῖν, καὶ παρακαλέσαι ἐν τοῖς σοῖς ἡμᾶς καταχθῆναι. Ἀλλ' εἴ τινες εἶέν σοι φίλοι κατὰ τὴν Κουκουσὸν, ἐκείνοις ἐπιστεῖλαι παρακλήθητι.