Ancient Greek · ~5 min
Ἀσυγκριτίᾳ καὶ ταῖς σὺν αὐτῇ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἀσυγκριτίᾳ καὶ ταῖς σὺν αὐτῇ.
Not analysed yet
Οἶδα τὴν ἀγάπην ὑμῶν καὶ τὴν διάθεσιν ἣν περὶ ἡμᾶς ἔχειν ἐσπουδάκατε. Καὶ συνεχῶς ἐβουλόμην ἐπιστέλλειν· ἀλλ' ὁ τῶν Ἰσαύρων φόβος, πᾶσαν ἀποτειχίσας ὁδὸν, οὐκ ἀφίησιν εὐπορεῖν τῶν πρὸς τοῦτο διακονησομένων ἡμῖν. Ἡνίκα γοῦν ἂν ἐπιτύχωμεν τούτων, τὴν ὀφειλομένην ἀποδιδόαμεν ὑμῖν πρόσρησιν, τὰ συνήθη παρακαλοῦντες ὑμᾶς, μηδὲν θορυβεῖσθαι μηδὲ ταράττεσθαι ὑπὸ τῶν συνεχῶν τούτων καὶ ἐπαλλήλων πειρασμῶν. Εἰ γὰρ ἔμποροι καὶ ναῦται φορτίων ὀλίγων ἕνεκεν οὕτω μακρὰ διαβαίνουσι πελάγη, καὶ τοσούτων κατατολμῶσι κυμάτων· καὶ στρατιῶται δὲ καὶ αὐτῆς καταφρονοῦσι τῆς ζωῆς ὑπὲρ ἐπικήρου καὶ βραχέος μισθοῦ, καὶ ζῶντες μὲν καὶ λιμῷ μάχονται πολλάκις, καὶ ὁδοιπορίαις μακραῖς κατατείνονται, καὶ διηνεκῶς ἐπὶ τῆς ἀλλοτρίας διάγουσιν, ὕστερον δὲ καὶ ἄωρον καὶ βίαιον πολλοὶ τούτων ὑπομένουσι θάνατον, οὐδὲν ἐντεῦθεν οὐ μικρὸν, οὐ μέγα καρπωσάμενοι· ὅταν οὐράνιος ὁ ἆθλος προκέηται, καὶ μετὰ τὴν τελευτὴν μείζων ἡ ἀντίδοσις καὶ πολλῷ πλείων, ποίας τεύξονται συγγνώμης οἱ καταμαλακιζόμενοι, καὶ μὴ καὶ αὐτῆς καταφρονοῦντες τῆς ζωῆς; Ταῦτ' οὖν ἅπαντα λογιζομένη, καὶ ὅτι καπνὸς τὰ παρόντα, καὶ ὄναρ, καὶ πᾶσα εὐημερία ἀνθρωπίνη φύλλων ἠρινῶν οὐδὲν ἄμεινον διάκειται, γινομένων τε ὁμοῦ καὶ μαραινομένων εὐθέως, ὑψηλοτέρα πάντων τῶν τοιούτων γίνου βελῶν. Ἔξεστι γὰρ, ἐὰν θέλῃς, καὶ τὴν βιωτικὴν καταπατῆσαι φαντασίαν. Ἓν σκόπει μόνον, ὅπως μετὰ πολλῆς τῆς σπουδῆς τὴν τεθλιμμένην ὁδὸν διανύσαι δυνηθῇς, τὴν πρὸς αὐτὸν ἀνάγουσαν.