Ancient Greek · ~10 min
Ἐλπιδίῳ ἐπισκόπῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἐλπιδίῳ ἐπισκόπῳ.-2
Not analysed yet
Καὶ τοῦτο σὸν, τοῦτο νήφοντος καὶ ἐγρηγορότος κυβερνήτου, τὸ μηδὲ εἰς τοσοῦτον ἀρθέντος τοῦ χειμῶνος ἀναπεσεῖν, ἀλλ' ἐπιμένειν ἔτι μεριμνῶντα καὶ φροντίζοντα, καὶ κατὰ τὸ ἐγχωροῦν τὰ ἑαυτοῦ πάντα εἰσφέροντα, πανταχοῦ διὰ τῶν γραμμάτων περιτρέχοντα, τοὺς ἐγγὺς, τοὺς πόῤῥωθεν συγκροτοῦντα, διεγείροντα, παρεγγυῶντα μηδένα τῷ κλυδωνίῳ παρασυρῆναι, ἀλλ' ἑστάναι, καὶ νήφειν, κἂν μυρία τούτων ἐπίῃ χαλεπώτερα κύματα, καὶ ἐν ἑνὶ ἱδρυμένων τόπῳ, πανταχοῦ διὰ τῆς παραινέσεως ἵπτασθαι. Οὐδὲν γὰρ ἡμᾶς ἔλαθε τῶν σῶν, καίτοι ἐκ τοσούτου καθημένους διαστήματος. Διὸ καὶ μακαρίζομεν καὶ θαυμάζομέν σου τὴν εὐλάβειαν, καὶ τὴν διεγηγερμένην ψυχὴν, καὶ τὴν ἀπερίτρεπτον γνώμην, καὶ τὴν ἐν τοσούτῳ γήρᾳ νεάζουσαν προθυμίαν· καὶ οὐδὲν ἀπεικός. Ὅταν μὲν γὰρ τὰ προκείμενα τῆς τοῦ σώματος δέηται ῥώμης, κώλυμα ἐνταῦθα τὸ γῆρας γίνεται· ὅταν δὲ ψυχῆς ἀπαιτῇ φιλοσοφίαν, οὐδὲν ἡ πολιὰ τοῖς κατορθώμασιν ἐπισκοτεῖν εἴωθεν· οὐ τοίνυν οὐδὲ ἐπεσκότησεν, ἀλλ' ἅπαντα παρὰ τῆς σῆς εὐλαβείας εἰσενήνεκται. Ὅτι δὲ καὶ καρπὸν δώσει τὸν προσήκοντα ὁ πόνος οὗτος καὶ ἡ τοσαύτη ἀγρυπνία, οὐδὲν οἶμαι δεῖν ἀμφιβάλλειν. Ἐπειδὴ δὲ μετὰ τῆς οἰκουμένης ἁπάσης καὶ ἡμετέραν μέριμναν κατεδέξω, διὰ τὴν πολλήν σου καὶ θερμὴν ἀγάπην, καὶ μαθεῖν ἐπιθυμεῖς οἷ διατρίβομεν, καὶ ἐν τίσιν ὁρμᾷ τὰ ἡμέτερα, καὶ τίνες οἱ συνόντες ἡμῖν, καὶ μαθεῖν οὐχ ἁπλῶς, ἀλλ' ὥστε καὶ χάριν αὐτοῖς εἰδέναι· ἡμεῖς μὲν ὑπὲρ τῆς τοσαύτης ἀγάπης οὐ παυσόμεθά σε ἀνακηρύττοντες, στεφανοῦντες, παρὰ πᾶσιν ἀναγορεύοντες, χάριτας ὁμολογοῦντες παρὰ τοῖς ἐντυγχάνουσι καὶ συγγινομένοις ἡμῖν. Αὐτὸς δὲ τὰς μεγίστας ἀμοιβὰς καὶ μείζους τῶν πόνων ἀνάμενε παρὰ τοῦ φιλανθρώπου Θεοῦ, τοῦ ταῖς ἀντιδόσεσιν ἐκ πολλοῦ τοῦ περιόντος νικῶντος τοὺς ἀγαθόν τι ποιεῖν ἢ λέγειν ἐσπουδακότας. Ὥστε δέ σε καὶ ἑτέρωθεν ἡσθῆναι μαθόντα τὰ ἡμέτερα, πρὸς μὲν τὸ ἐρημότατον χωρίον ἀπῳκίσθημεν, τὴν Κουκουσὸν, πλὴν ἐρημίας οὐδεμίαν αἴσθησιν ἔχομεν· τοσαύτης ἀπολαύομεν ἡσυχίας, τοσαύτης ἀδείας, τοσαύτης παρὰ πάντων θεραπείας. Τά τε γὰρ λείψανα τῆς ἀῤῥωστίας εὐχαῖς ταῖς σαῖς ἀπεθέμεθα, καὶ ἐν ὑγείᾳ διάγομεν νῦν, τοῦ τε φόβου τῶν Ἰσαύρων ἀπηλλάγημεν, καὶ ἐν ἀσφαλείᾳ κατέστημεν, ἀπραγμοσύνῃ τε ἐντρυφῶντες πολλῇ. Πάρεισι δὲ ἡμῖν καὶ οἱ τιμιώτατοι πρεσβύτεροι Κωνστάντιος καὶ Εὐήθιος, προσδοκῶνται δὲ καὶ ἕτεροι ταχέως ἀφίξεσθαι, οὓς εἰς τὸ παρὸν τὰ δεσμὰ κατεῖχεν· ἀλλὰ πάντες ἀφέθησαν, καὶ εὖ οἶδ' ὅτι πτήσονται πρὸς ἡμᾶς. Μὴ δὴ διαλίπῃς εὐχόμενος ὑπὲρ ἡμῶν τῶν σφόδρα σε ἀγαπώντων, δέσποτα αἰδεσιμώτατε καὶ θεοφιλέστατε, καὶ συνεχῶς ἐπιστέλλων, ἡνίκα ἂν ἐξῇ, καὶ τὰ περὶ τῆς ὑγείας δηλῶν τῆς σῆς. Οἶσθα γὰρ ὅπως ἡμῖν περισπούδαστον καθ' ἑκάστην, εἰ οἷόν τε, ἡμέραν περὶ ταύτης μανθάνειν. Τὸν δεσπότην μου τὸν τιμιώτατον καὶ εὐλαβέστατον πρεσβύτερον Ἀσυγκρίτιον, μετὰ τῶν γλυκυτάτων αὐτοῦ παιδίων, καὶ πάντα σου τῆς θεοσεβείας τὸν κλῆρον πολλὰ παρ' ἡμῶν προσειπεῖν παρακλήθητι.