Ancient Greek · ~4 min
Ἐπισκόποις καὶ πρεσβυτέροις τοῖς ἐν τῇ φυλακῇ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἐπισκόποις καὶ πρεσβυτέροις τοῖς ἐν τῇ φυλακῇ.
Not analysed yet
Δεσμωτήριον οἰκεῖτε, καὶ ἄλυσιν περίκεισθε, καὶ μετὰ τῶν αὐχμώντων καὶ ῥυπώντων ἐστὲ κατακεκλεισμένοι· καὶ τί ἂν γένοιτο μακαριώτερον ὑμῶν τούτων ἕνεκεν; Τί γὰρ τοιοῦτον στέφανος χρυσοῦς κεφαλῇ περικείμενος, οἷον ἅλυσις δεξιᾷ περιπλεκομένη διὰ τὸν Θεόν; τί δὲ τοιοῦτον οἰκίαι περιφανεῖς καὶ μεγάλαι, οἷον δεσμωτήριον ζόφου καὶ ῥύπου γέμον, καὶ πολλῆς τῆς ἀηδίας, καὶ τῆς θλίψεως διὰ τὴν αὐτὴν ὑπόθεσιν; Διὰ ταῦτα σκιρτᾶτε, ἀγάλλεσθε, στεφανοῦσθε, χορεύετε, ὅτι πολλῆς ἐμπορίας ὑμῖν ὑπόθεσις τὰ συμβάντα λυπηρά. Τοῦτο σπόρος ἄμητον προαναφωνῶν ἄφατον, τοῦτο παλαίσματα νίκην ἔχοντα καὶ βραβεῖα, τοῦτο πλοῦς ἐμπορίαν πολλὴν προξενῶν. Ταῦτ' οὖν ἅπαντα ἀναλογισάμενοι, κύριοί μου τιμιώτατοι καὶ εὐλαβέστατοι, χαίρετε καὶ εὐφραίνεσθε, μὴ διαλίπητε τὸν Θεὸν ἐπὶ πᾶσι δοξάζοντες, καὶ καιρίας τῷ διαβόλῳ διδόντες πληγὰς, καὶ πολλὴν ἑαυτοῖς ἐν τοῖς οὐρανοῖς προαποτιθέμενοι τὴν ἀμοιβήν. Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ὑμᾶς. Γράφετε δὲ καὶ ἡμῖν συνεχῶς. Σφόδρα γὰρ ἐπιθυμοῦμεν γράμματα δέχεσθαι παρ' ἀνθρώπων διὰ τὸν Θεὸν δεδεμένων, τὰ παθήματα ὑμῶν ἀπαγγέλλοντα, καὶ πολλὴν ἐντεῦθεν, καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, καρπωσόμεθα τὴν παράκλησιν.