Ancient Greek
Ἡσυχίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἡσυχίῳ.-5
Not analysed yet
Ἐγὼ μὲν ἐπεθύμουν καὶ μὴ γράψας πρὸς τὴν σὴν ἐμμέλειαν πρότερος δέξασθαι ἐπιστολήν· τοῦτο γὰρ μάλιστα ἐραστοῦ σφοδροτάτου· οὐκ ἀνεμείναμεν δὲ ἡμεῖς τὰ σὰ γράμματα, ἀλλὰ πρότεροι τῷ γράφειν ἐπεπηδήσαμεν, τὸν θερμὸν ἔρωτα, ὃν περὶ τὴν σὴν ἐμμέλειαν ἔχομεν, κἀν τούτῳ δεικνύντες. Πλὴν ἀλλὰ καὶ τούτου σοι χάριν ἴσμεν· εὖ γὰρ οἶδ' ὅτι οὐκ ἐξ ὀλιγωρίας, ἀλλ' ἐκ τοῦ σφόδρα μετριάζειν, τοῦτο πέπονθας. Δείκνυε τοίνυν λοιπὸν μετὰ ἀδείας τὴν περὶ ἡμᾶς ἀγάπην, νιφάδας ἡμῖν πέμπων ἐπιστολῶν, δηλούσας τὰ περὶ τῆς ὑγείας τῆς σῆς. Ἢν γὰρ τοιαῦτα δεξώμεθα γράμματα, κἂν πρὸς αὐτὰ τῆς οἰκουμένης ἀπενεχθῶμεν τὰ τέρματα, κἂν εἰς ἐρημότερον τούτου χωρίον, πολλὴν ἀπὸ τῆς ἀγάπης ὑμῶν καρπωσόμεθα τὴν παράκλησιν. Οὐδὲν γὰρ οὕτω ψυχὴν ἀνέχειν δύναται, καὶ ἐν πολλῇ καθιστᾷν ἡδονῇ, ὡς τὸ φιλεῖν καὶ φιλεῖσθαι γνησίως. Καὶ τοῦτο οἶσθα μάλιστα πάντων αὐτὸς, ἐπειδὴ μάλιστα πάντων καὶ φιλεῖν οἶσθα.