Ancient Greek · ~2 min
Ὑπατίῳ πρεσβυτέρῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ὑπατίῳ πρεσβυτέρῳ.
Not analysed yet
Οἶδας καὶ αὐτὸς, κύριέ μου τιμιώτατε, ὅσον ὑμῖν φέρει μισθὸν τὰ διὰ τὸν Θεὸν παθήματα, ἡλίκα βραβεῖα, οἵους στεφάνους· μηδὲν οὖν σε θορυβείτω τῶν γινομένων, ἐπείπερ τοὺς ποιοῦντας κακῶς θρηνεῖν δεῖ. Ἐκεῖνοι γάρ εἰσιν οἱ μυρίαν κατὰ τῆς ἑαυτῶν κεφαλῆς ἐπισωρεύοντες κόλασιν. Αὐτὸς τοίνυν, καθώς σοι πρέπον ἐστὶ, τῇ προσηκούσῃ κεχρημένος ἀνδρείᾳ, ἀράχνης εὐτελέστερον διάσπα τὰ ἐκείνων μηχανήματα καὶ τὰς ἐπιβουλὰς, καὶ γράφε συνεχῶς ἡμῖν περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζόμενος. Πολλὴν γὰρ δεξόμεθα παράκλησιν, καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, τοιαῦτα παρὰ τῆς τιμιότητός σου δεχόμενοι γράμματα.