Ancient Greek · ~4 min
Ῥωμύλῳ καὶ Βύζῳ μονάζουσι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ῥωμύλῳ καὶ Βύζῳ μονάζουσι.
Not analysed yet
Ἐγὼ μὲν ἐβουλόμην ὑμᾶς καὶ ἐνταῦθα παραγενομένους ἰδεῖν· ἀκούων γὰρ ὑμῶν τὴν εὐλάβειαν, σφοδρὸς ὑμῶν γέγονα ἐραστὴς, τοῖς τῆς ἀγάπης ὀφθαλμοῖς ὑμᾶς φανταζόμενος· ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, καὶ διὰ τὸ τῆς ὁδοῦ μῆκος, καὶ διὰ τὴν τοῦ χειμῶνος ὥραν, καὶ διὰ τὸν τῶν Ἰσαύρων φόβον, διὰ τῶν γραμμάτων ἐσπούδακα ὑμῶν συγγενέσθαι τῇ τιμιότητι, δήλην ὑμῖν ποιῶν τὴν διάθεσιν, ἣν ἔχομεν πρὸς τὴν εὐλάβειαν τὴν ὑμετέραν· ἔνι γὰρ καὶ τοὺς πόῤῥωθεν ὄντας καὶ μὴ ὁραθέντας φιλεῖν. Τοιαύτη γὰρ τῆς ἀγάπης ἡ δύναμις· οὐ διείργεται ὁδοῦ μήκει, οὐδὲ μαραίνεται χρόνου πλήθει, οὐδὲ νικᾶται πειρασμῶν ἐπαγωγαῖς· ἀλλὰ ταῦτα πάντα νικῶσα ἀνωτέρα πάντων γίνεται, καὶ πρὸς ὕψος ἄφατον αἴρεται. Διὰ δὴ τοῦτο καὶ ἡμεῖς, ἐπειδὴ σφόδρα περὶ ὑμᾶς διακείμεθα, οὐδενὶ τούτων γεγόναμεν ῥᾳθυμότεροι, ἀλλὰ καὶ γράφομεν, καὶ παρακαλοῦμεν ὑμᾶς τὰ περὶ τῆς ὑγείας τῆς ὑμετέρας δηλοῦν ἡμῖν. Οὕτω γὰρ καὶ ἐν ἐρημίᾳ διατρίβοντες, πολλὴν καρπωσόμεθα τὴν παράκλησιν, ὅταν ἀκούωμεν τοὺς οὕτω βιοῦντας, καὶ τὴν στενὴν ταύτην καὶ τεθλιμμένην ὁδεύοντας ὁδὸν, ὑγιαίνοντας καὶ ἐῤῥωμένους.