Ancient Greek · ~15 min
Letter 10
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17) 10.14.1
Not analysed yet
Εἶδες ψυχὴν φιλόσοφον; εἶδες τῆς ὀργῆς καθαρὰν καὶ τῶν δεινῶν ὑψηλοτέραν; εἶδες συναλγοῦντα τοῖς ἠδικηκόσι μᾶλλον ἢ μνησικακοῦντα; Ὥστε γὰρ μήτε τοὺς ἀδελφοὺς εἰς μέσον ἐνεγκεῖν, μήτε τὴν αἱμοβόρον ἐκείνην· «Κλοπῇ, φησίν, ἐκλάπην ἐκ γῆς Ἑβραίων καὶ ὧδε οὐκ ἐποίησα οὐδέν.» Καὶ οὐδαμοῦ προσώπου μέμνηται, οὐδὲ τοῦ λάκκου, οὐδὲ τῶν Ἰσμαηλιτῶν, οὐδὲ ἄλλου οὐδενός. Ἀλλ' ὅμως καὶ κατὰ ταῦτα αὐτὸν οὐχ ὁ τυχὼν διεδέξατο πειρασμός. Ὁ γὰρ τοσαύτης παρ' αὐτοῦ παρακλήσεως τυχὼν καὶ τῶν δεσμῶν κατὰ τὴν τούτου πρόρρησιν ἐλευθερωθεὶς καὶ ἐπὶ τὴν προτέραν ἐπαναχθεὶς τιμήν, τῆς εὐεργεσίας ἐπελάθετο καὶ τῆς τοῦ δικαίου ἱκετηρίας. Καὶ ὁ μὲν οἰκέτης ἐν βασιλικαῖς ἦν αὐλαῖς πολλῆς ἀπολαύων εὐημερίας· ὁ δὲ ὑπὲρ τὸν ἥλιον λάμπων καὶ οὕτω φαιδρὰς ἀφιεὶς τῆς ἀρετῆς τὰς ἀκτῖνας, ἔτι δεσμωτήριον ᾤκει, καὶ οὐδεὶς ἦν ὁ ἀναμνήσων τὸν βασιλέα. Ἐχρῆν γὰρ αὐτῷ ἔτι πλείους πλακῆναι τοὺς στεφάνους καὶ μείζονα παρασκευασθῆναι τὰ βραβεῖα· διὸ καὶ μακρότεροι τῶν δρόμων οἱ δίαυλοι τότε ἐπήγνυντο, ἐῶντος μὲν τοῦ Θεοῦ μένειν τὰ σκάμματα, οὐ μὴν τέλεον ἐγκαταλιμπάνοντος, ἀλλὰ τοσοῦτον συγχωροῦντος τοῖς ἐπιβουλεύουσιν τὰ αὐτῶν ἐπιδείκνυσθαι ὅσον μηδὲ ἀφανίσαι τὸν ἀθλητήν, μηδὲ ἐκποδὼν ποιῆσαι τῆς ἀρετῆς τὸν ἀνταγωνιστήν. Εἰς λάκκον μὲν γὰρ αὐτὸν ἐμβληθῆναι συνεχώρησε καὶ τὸ ἱμάτιον αἱμαχθῆναι, εἰς δὲ σφαγὴν αὐτοὺς ἐλθεῖν οὐκ ἀφῆκεν· ἀλλὰ συνεβούλευσε μὲν τοῦτο ὁ ἀδελφός, τὸ δὲ πᾶν τῆς τοῦ Θεοῦ προνοίας ἐγένετο. Τοῦτο καὶ ἐπὶ τῆς Αἰγυπτιακῆς συνέβη γυναικός. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, ὁ θερμὸς οὕτω καὶ ἀκόλαστος—ἴστε γὰρ τῶν Αἰγυπτίων τὸ γένος ὡς θυμῶδες καὶ ὀργίλον· καὶ γὰρ τοῦτο μεθ' ὑπερβολῆς αὐτοῖς πρόσεστι τὸ πάθος—ὃν ἐπίστευσεν εἶναι μοιχὸν καὶ τὴν γυναῖκα ἠδικηκέναι τὴν αὐτοῦ, οὐκ ἀπέτεμεν εὐθέως, οὐδὲ πυρὶ παρέδωκεν, ἀλλ' οὕτως ἀλόγιστος ὢν ὡς ἐκ μιᾶς μοίρας ἀποφήνασθαι, καὶ μηδὲ λόγου μεταδοῦναι τῷ ἐγκαλουμένῳ, ἐν τῷ καιρῷ τῆς τιμωρίας πολλὴν ἐπιείκειαν ἐπεδείξατο, καίτοι γε ὁρῶν τὴν γυναῖκα μαινομένην, λυττῶσαν, βίαν ἀποδυρομένην, τὰ ἱμάτια διερρωγότα περιφέρουσαν καὶ μειζόνως καὶ ἐντεῦθεν ἐκκαιομένην καὶ θρηνοῦσαν καὶ ὁλοφυρομένην; Ἀλλ' ὅμως τούτων οὐδὲν αὐτὸν εἰς σφαγὴν ἐξῆψε. Πόθεν, εἰπέ μοι; Οὐκ εὔδηλον ὅτι ὁ τοὺς λέοντας χαλινώσας καὶ τὴν κάμινον καταψύξας, οὗτος καὶ θηρίου τούτου τὸν ἄμετρον ἐπέσχε θυμὸν καὶ τὴν ἄφατον ὀργὴν ἔσβεσεν, ὡς κερασθῆναι συμμέτρως τὴν τιμωρίαν; Τοῦτο καὶ ἐν τῷ δεσμωτηρίῳ συμβὰν ἴδοι τις ἄν. Δεθῆναι μὲν γὰρ αὐτὸν συνεχώρησε καὶ μετὰ τῶν καταδίκων εἶναι, τῆς δὲ τοῦ δεσμοφύλακος ἀπηνείας ἐξήρπασεν. Οἶσθα γὰρ οἷόν ἐστι δεσμοφύλαξ· ἀλλ' ἐκείνῳ τότε πρᾷος καὶ ἥμερος ἦν καὶ οὐ μόνον οὐκ ἀπέτεινεν αὐτὸν πόνοις τισίν, ἀλλὰ καὶ ἄρχοντα πάντων ἐποίησε τῶν αὐτόθι καὶ ταῦτα ὡς μοιχὸν δεξάμενος, κατάδικον καὶ μοιχὸν ἐπίσημον. Οὐ γὰρ εἰς οἰκίαν εὐτελῆ, ἀλλ' εἰς μεγάλην καὶ λαμπρὰν τὸ δρᾶμα τοῦτο τετολμῆσθαι ἐνομίζετο. Ἀλλ' ὅμως οὐδὲν τούτων ἐκεῖνον ἐφόβησεν, οὐδὲ ἔπεισεν ἐκείνῳ γενέσθαι χαλεπόν. Ἀλλὰ καὶ οἱ στέφανοι ἀπὸ τῶν παθημάτων ἐπλέκοντο τῷ δικαίῳ καὶ ἡ τοῦ Θεοῦ συμμαχία μετὰ πολλῆς ἐπέρρει τῆς δαψιλείας. Ἐβουλόμην καὶ ἕτερον προσθεῖναι τῇ ἐπιστολῇ μῆκος· ἀλλ' ἐπειδὴ καὶ τοῦτο μετὰ πολλῆς τῆς περιουσίας οἶμαι τὸ μέτρον αὐτῆς ὑπερβεβηκέναι, ἐνταῦθα καταλύσας τὸν λόγον ἐκεῖνο παρακαλῶ σου τὴν εὐλάβειαν ὅπερ ἀεὶ διετέλεσα παρακαλῶν, ἀθυμίας μὲν ἀπαλλάττεσθαι, δοξάζουσαν δὲ τὸν Θεόν —ὅπερ ἀεὶ πεποίηκάς τε καὶ ποιεῖς διατελεῖν—χάριτας ὁμολογοῦσαν ὑπὲρ πάντων αὐτῷ τῶν χαλεπῶν τούτων καὶ ὀδυνηρῶν. Οὕτω γὰρ καὶ αὐτὴ τὰ μέγιστα ἀγαθὰ καρπώσῃ καὶ τῷ διαβόλῳ καιρίαν δώσεις πληγὴν καὶ πολλὴν ἡμῖν παρέξεις παράκλησιν καὶ τῆς ἀθυμίας τὸ νέφος μετὰ πολλῆς ἀφανίσαι δυνήσῃ τῆς εὐκολίας καὶ καθαρᾶς ἀπολαῦσαι γαλήνης. Μὴ δὴ καταμαλακίζου, ἀλλ' ἀνενεγκοῦσα ἀπὸ τοῦ καπνοῦ τούτου— καπνοῦ γάρ, ἐὰν θέλῃς, ῥᾷον διασκεδάσεις πᾶσαν τὴν ἀθυμίαν ταύτην—, δῆλον τοῦτο πάλιν ποίησον ἡμῖν, ἵνα καὶ πόρρωθεν ὄντες, πολλὴν ἀπὸ τῶν τοιούτων γραμμάτων καρπωσώμεθα τὴν εὐφροσύνην.