Ancient Greek · ~8 min
Letter 10
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17) 10.2
Not analysed yet
Ταῦτα οὖν εἰδυῖα, δέσποινά μου θεοφιλεστάτη, κάμνε καὶ φιλονείκει καὶ βιάζου τὴν ἀπὸ τῶν εἰρημένων ἔχουσα συμμαχίαν, ἐξωθεῖσθαι καὶ ἐκβάλλειν μετὰ πολλῆς τῆς σφοδρότητος τοὺς ταράττοντάς σε λογισμοὺς καὶ θόρυβον καὶ ζάλην ἐμποιοῦντας τοσαύτην. Ἀλλ' ὅτι μὲν ἐργάσῃ τοῦτο καὶ ἀνέξῃ τῆς παραινέσεως τῆς ἡμετέρας, οὐδένα οἶμαι δεῖν ἀμφιβάλλειν, δεῖ δέ σοι κατασκευάσαι λοιπὸν ξίφη καὶ δόρατα καὶ τόξα καὶ βέλη καὶ θώρακα καὶ ἀσπίδα καὶ κνημῖδας ὥστε τοῖς μὲν φράττεσθαι, τοῖς δὲ βάλλειν καὶ κατασφάττειν καὶ νεκροὺς τιθέναι τοὺς ἐπιόντας σοι τῆς ταραχῆς λογισμούς. Πόθεν οὖν σοι τὰ μηχανήματα ταῦτα καὶ τὰς σφενδόνας κατασκευάσομεν ὥστε μηδὲ ἐγγὺς ἀφεῖναι προσιέναι τοὺς πολεμίους, ἀλλ' ὡς πορρωτάτω μετὰ πολλῆς ἀπελαύνειν τῆς ὑπερβολῆς; Ἀπὸ τῆς ἀθυμίας αὐτῆς, ὀλίγα τινὰ περὶ αὐτῆς φιλοσοφήσαντες καὶ δείξαντες ὅπως βαρὺ τὸ πρᾶγμα καὶ ἐπαχθές. Ἡ γὰρ ἀθυμία ψυχῶν ἐστι βασανιστήριον χαλεπόν, ὀδύνη τις ἄρρητος καὶ δίκη δίκης ἁπάσης καὶ τιμωρίας πικροτέρα. Καὶ γὰρ σκώληκα μιμεῖται ἰοβόλον, οὐχὶ τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ αὐτῆς καθαπτομένη τῆς ψυχῆς, καὶ σής ἐστιν οὐχὶ ὀστέων μόνον, ἀλλὰ καὶ διανοίας, καὶ δήμιος διηνεκὴς οὐ πλευρὰς καταξαίνων, ἀλλὰ καὶ δύναμιν ψυχῆς λυμαινόμενος καὶ νὺξ διηνεκὴς καὶ σκότος ἀφεγγὲς καὶ χειμὼν καὶ ζάλη καὶ πυρετὸς ἀφανὴς πάσης φλογὸς σφοδρότερον κατακαίων καὶ πόλεμος ἀνακωχὴν οὐκ ἔχων, νόσος πολλοῖς τῶν ὁρωμένων ἐπισκοτοῦσα. Ὅ τε γὰρ ἥλιος, ἥ τε τοῦ ἀέρος φύσις τούτου τοῦ διειδοῦς τοῖς οὕτω διακειμένοις παρενοχλεῖν δοκεῖ καὶ ἐν μεσημβρίᾳ μέσῃ νύκτα μιμεῖται βαθεῖαν. Διὸ καὶ ὁ θαυμάσιος προφήτης τοῦτο δηλῶν ἔλεγε· «Δύσεται ὁ ἥλιος αὐτοῖς ἐν μεσημβρίᾳ», οὐχ ὡς ἀφανιζομένου τοῦ ἄστρου οὐδ' ὡς τοῦ συνήθους διακοπτομένου δρόμου, ἀλλ' ὡς τῆς ἀθυμούσης ψυχῆς ἐν τῷ φανοτάτῳ τῆς ἡμέρας νύκτα φανταζομένης. Οὐ γὰρ τοιοῦτο τῆς νυκτὸς τὸ σκότος, οἵα τῆς ἀθυμίας ἡ νὺξ οὐ κατὰ νόμον φύσεως παραγενομένη, ἀλλὰ κατὰ λογισμῶν σκότωσιν συναγομένη, φοβερά τις οὖσα καὶ ἀφόρητος, ἀμείλικτον ἔχουσα τὸ πρόσωπον, τυράννου παντὸς ὠμοτέρα, οὐδενὶ ταχέως εἴκουσα τῶν διαλύειν αὐτὴν ἐπιχειρούντων, ἀλλ' ἀδάμαντος στερρότερον κατέχουσα πολλάκις τὴν ἁλοῦσαν ψυχήν, ὅταν αὐτὴ μὴ πολλῇ ᾖ κεχρημένη τῇ φιλοσοφίᾳ.