Ancient Greek
Letter 10
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17) 10.5
Not analysed yet
Ἐνταῦθα δέ σοι καὶ ζήτημά τι διαλῦσαι βούλομαι. Οἶδα γάρ σου τὴν περὶ τὰς λύσεις τῶν τοιούτων ἐπιθυμίαν καὶ σφόδρα ἐπίσταμαι ὅσον σοι χαριοῦμαι. Τί ποτ' οὖν ἐστι τὸ ζήτημα; Εἰ θάνατον κουφότερον ἀθυμίας εἶναι ἐνόμιζε, διὰ τί καὶ πατρίδα καὶ δῆμον, ἵνα μὴ θανάτῳ περιπέσῃ, καταλιπὼν ἀπέδρα; πῶς δὲ τότε αὐτὸν φεύγων νῦν αὐτὸν ἐπιζητεῖ; Ἵνα εἰδῇς καὶ ἐντεῦθεν μάλιστα πῶς χαλεπώτερον ἀθυμία θανάτου. Ὅτε μὲν γὰρ αὐτὸν ἐκεῖνος ὁ φόβος κατέσεισε μόνος, εἰκότως ἅπαντα ἔπραττεν ὥστε αὐτὸν ἐκφυγεῖν. Ἐπειδὴ δὲ ἐγκαθημένη αὕτη τὴν οἰκείαν ἐπεδείξατο φύσιν, κατεσθίουσα, δαπανῶσα, τοῖς ὀδοῦσιν αὐτὸν καταναλίσκουσα, ἀφόρητος αὐτῷ γενομένη, τότε δὴ λοιπὸν τὸ πάντων βαρύτερον κουφότερον αὐτῆς εἶναι ἐνόμισεν. Οὕτω καὶ Ἰωνᾶς ἐκείνην φεύγων ἐπὶ τοῦτον κατέφυγε καὶ αὐτὸς θάνατον αἰτεῖ λέγων· «Λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ ὅτι καλόν μοι τὸ ἀποθανεῖν ἢ ζῆν με.» Καὶ ὁ Δαυῒδ δέ, εἴτε ἐξ οἰκείου προσώπου εἴτε ἑτέρων τινῶν ὀδυρομένων ψαλμὸν γράφων, τὸ αὐτὸ δὴ τοῦτο ἐνδείκνυται· «Ἐν γὰρ τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, φησίν, ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ», ἐκεῖνο τὸ πῦρ καὶ πυρὸς σφοδρότερον τὸ τῆς ἀθυμίας πάθος δηλῶν. Διὸ μηκέτι φέρων τὰς πληγὰς αὐτῆς καὶ τὰς ὀδύνας φησίν· «Ἐλάλησα ἐν γλώσσῃ μου. . .» Καὶ τί λαλεῖς, εἰπέ μοι; Θάνατον καὶ οὗτος αἰτεῖ λέγων· «Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ», ἑτέροις μὲν ῥήμασι, τοῖς δὲ αὐτοῖς νοήμασι τὰ τοῦ Ἠλίου φθεγγόμενος. Ὅπερ γὰρ ἐκεῖνος εἶπεν ὅτι «Οὐ κρείττων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου» τοῦτο καὶ οὗτος ᾐνίξατο λέγων· «Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, ἵνα γνῶ τί ὑστερῶ ἐγώ.» Τίνος ἕνεκεν ἀπελείφθην, φησίν, ἐγὼ καὶ ὑστερῶ καὶ ἐν τῷ παρόντι διατρίβω βίῳ, τῶν ἄλλων ἀπελθόντων; Καὶ οὕτως αὐτὸν ἐπιζητεῖ, εἴτε αὐτός, εἴτε ἐκεῖνοι ὧν τῷ προσώπῳ κεχρημένος φθέγγεται ὅτι, καὶ μὴ παρόντος, τὸν καιρὸν τῆς παρουσίας ἐπιθυμεῖ μαθεῖν· «Γνώρισόν μοι, φησί, τὸ πέρας μου», ἵνα καὶ ἐντεῦθεν μεγίστην καρπώσηται τὴν ἡδονήν. Οὕτω τὸ φοβερὸν ποθεινὸν γίνεται διὰ τὴν ἀφόρητον τῆς ἀθυμίας ὀδύνην καὶ τὸ πῦρ τὸ ἐκκαιόμενον ἐν τῇ διανοίᾳ. «Ἐν γὰρ τῇ μελέτῃ μου, φησίν, ἐκκαυθήσεται πῦρ.» Τοσαύτην τοίνυν τίνουσα τιμωρίαν μεγάλας προσδόκα τὰς ἀμοιβάς, πολλὰ τὰ βραβεῖα, ἀφάτους τὰς ἀντιδόσεις, φαιδροὺς καὶ σφόδρα ἀνθοῦντας τῶν τοσούτων ἀγώνων τοὺς στεφάνους. Οὐ γὰρ τὸ ποιῆσαί τι χρηστὸν μόνον, ἀλλὰ καὶ τὸ παθεῖν τι κακὸν πολλὰς ἔχει τὰς ἀμοιβὰς καὶ μεγάλα τὰ ἔπαθλα. Καὶ πρὸς τοῦτο ἤδη βαδιοῦμαι τὸν λόγον σφόδρα καὶ σοὶ καὶ πᾶσι χρηστὸν ὄντα καὶ ἱκανὸν εἰς ὑπομονὴν ἀλεῖψαι καὶ πρὸς καρτερίαν διεγεῖραι καὶ μὴ ἀφιέναι πρὸς τοὺς τῶν παθημάτων καταμαλακίζεσθαι ἱδρῶτας.