Ancient Greek · ~15 min
Letter 10
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17) 10.9.1
Not analysed yet
Εἶδες παθημάτων ὁρμαθὸν καὶ καυχήσεως ἀφορμάς; Εἶτα ἐπάγει τούτοις καὶ τὰ κατορθώματα καὶ ἐν τούτοις πάλιν τὸ πλέον τοῦ παθήματος ἔστιν ἰδεῖν, οὐχὶ τοῦ κατορθώματος. Εἰπὼν γάρ· «Ἡ ἐπισύστασίς μου ἡ καθ' ἡμέραν», τὰς ἀπαγωγὰς λέγων τὰς συνεχεῖς, τοὺς θορύβους, τὰς περιστάσεις —τοῦτο γάρ ἐστιν ἡ ἐπισύστασίς μου—, ἐπήγαγεν «Ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν.» Οὐκ εἶπεν· ἡ διόρθωσις, ἀλλ' «ἡ μέριμνα», ὅπερ παθήματος πλέον ἦν ἢ κατορθώματος. Καὶ τὰ ἑξῆς ὁμοίως· «Τίς ἀσθενεῖ, φησί, καὶ οὐκ ἀσθενῶ;» Οὐκ εἶπε· διορθοῦμαι, ἀλλ' «ἀσθενῶ». Καὶ πάλιν· «Τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;» Οὐκ εἶπεν· ἀπήλλαξα τοῦ σκανδάλου, ἀλλ' «ἐκοινώνησα τῆς ἀθυμίας». Εἶτα δεικνὺς ὅτι ταῦτα μάλιστα τὰς ἀμοιβὰς ἔχει, ἐπήγαγεν· «Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.» Καὶ ἕτερον πάλιν τοιοῦτον ἐπάγει, τὴν φυγὴν τὴν διὰ τῆς θυρίδος, τὴν διὰ τῆς σαργάνης, τὴν διὰ τοῦ τείχους· τοῦτο δὲ τοῦ παθεῖν κακῶς ἦν. Εἰ τοίνυν τὰ παθήματα μεγάλας ἔχει τὰς ἀμοιβάς, τῶν δὲ παθημάτων πάντων χαλεπώτερον καὶ ὀδυνηρότερον ἡ ἀθυμία, ἐννόησον ὅσαι κείσονται αἱ ἀντιδόσεις. Οὐ γὰρ παύσομαι συνεχῶς ταύτην σοι ἐπᾴδων τὴν ᾠδήν, ἵνα ὅπερ ὑπεσχόμην ἐν προοιμίοις τοῦτο πληρώσω νῦν, ἀπὸ τῆς ἀθυμίας αὐτῆς ὑφαίνων τοὺς λογισμοὺς τοὺς τὴν παραμυθίαν τῆς ἀθυμίας σοι τίκτοντας. Ἵνα δὲ καὶ ἑτέρωθεν μάθῃς ὅσον ἐστὶ τὸ μετὰ παθημάτων τι ποιεῖν γενναῖον καὶ ὅσον ἀποδεῖ τούτου τὸ ἀπονητὶ τὸ αὐτὸ ποιεῖν, ὁ Ναβουχοδονόσορ ἐκεῖνος ὁ Βαβυλώνιος ἐν σκήπτροις καὶ διαδήμασι ζῶν εὐαγγελικόν ποτε κατώρθωσε ἔργον. Μετὰ γὰρ τὴν κάμινον καὶ παραδοξοποιΐαν ἐκείνην τὸ κήρυγμα ἀνεδέξατο τῆς οἰκουμένης, οὐ διὰ γλώσσης μόνον, ἀλλὰ καὶ διὰ τῶν γραμμάτων καὶ πανταχοῦ τῆς γῆς ἔγραψεν οὕτως· «Ναβουχοδονόσορ βασιλεὺς πᾶσι τοῖς λαοῖς, φυλαῖς, καὶ γλώσσαις, τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ, εἰρήνη ὑμῖν πληθυνθείη. Τὰ σημεῖα καὶ τὰ τέρατα ἃ ἐποίησε μετ' ἐμοῦ ὁ Θεὸς ὁ ὕψιστος ἤρεσεν ἐναντίον ἐμοῦ ἀναγγεῖλαι ὑμῖν ὡς μεγάλα καὶ ἰσχυρά· ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰς καὶ γενεάς.» Καὶ δόγμα ἔθηκεν ὅπως πᾶς λαός, φυλή, γλῶσσα, ἣ ἐὰν εἴπῃ ῥῆμα κατὰ τοῦ Θεοῦ Σιδράχ, Μισὰχ καὶ Ἀβδεναγώ, εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἶκοι αὐτῶν εἰς διαρπαγήν. Καὶ προστίθησι· «Καθότι οὐκ ἔστι θεὸς ἕτερος ὃς δυνήσεται ῥύσασθαι οὕτως.» Εἶδες ἀπειλὴν ἐν τοῖς γράμμασιν; εἶδες φόβον; εἶδες διδασκαλίαν; εἶδες κήρυγμα ὑψηλὸν καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκτεταμένα γράμματα; Τί οὖν, εἰπέ μοι, τὸν αὐτὸν τοῖς ἀποστόλοις μισθὸν λήψεται, ἐπειδὴ οὕτως ἀνεκήρυξε τοῦ Θεοῦ τὴν δύναμιν, ἐπειδὴ τοσαύτην σπουδὴν ἐποιήσατο πανταχοῦ καταγγεῖλαι τὸν λόγον; Οὐδὲ τὸ πολλοστὸν μὲν οὖν μέρος, ἀλλὰ μεθ' ὑπερβολῆς ἁπάσης καταδεέστερον. Καίτοι γε τὸ αὐτὸ ἔργον ἐκείνοις ἐποίησεν. Ἀλλ' ἐπειδὴ πόνος οὐκ ἔστιν ἐνταῦθα συνεζευγμένος οὐδὲ παθήματα, διὰ τοῦτο ὑποτέμνεται τὰ τῆς ἀντιδόσεως. Οὗτος μὲν γὰρ μετ' ἐξουσίας καὶ ἀδείας τοῦτο ἔπραττεν· ἐκεῖνοι δὲ κωλυόμενοι, ἐλαυνόμενοι, κοπτόμενοι, μαστιζόμενοι, ταλαιπωρούμενοι, κατακρημνιζόμενοι, καταποντιζόμενοι, λιμῷ τηκόμενοι, καθ' ἑκάστην ἀποθνήσκοντες τὴν ἡμέραν, τὴν ψυχὴν αὐτῶν βασανιζόμενοι, καθ' ἕκαστον τῶν ἀσθενούντων ἀσθενοῦντες, καθ' ἕκαστον τῶν σκανδαλιζομένων πυρούμενοι· καὶ τῶν πόνων τούτων καὶ τῆς ἀθυμίας μάλιστα ἦσαν πλείους αἱ ἀμοιβαί. «Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται, φησί, κατὰ τὸν ἴδιον κόπον.» Οὐ γὰρ παύσομαι αὐτὸ συνεχῶς ἐπιλέγων. Διὰ δὴ τοῦτο ὁ φιλάνθρωπος Θεός, τοῦ Παύλου πολλάκις παρακαλέσαντος τῶν παθημάτων αὐτὸν καὶ τῆς ἀθυμίας καὶ τῆς ὀδύνης καὶ τῶν κινδύνων ἀπαλλάξαι, οὐκ ἐπένευσεν. «Ὑπὲρ γὰρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα», φησί, καὶ οὐκ ἐπέτυχον τῆς αἰτήσεως. Τίνος γὰρ ἔμελλε, εἰπέ μοι, λήψεσθαι τὰς μεγίστας ἀμοιβάς, εἴ γε ἀπραγμόνως ἐκήρυξε τρυφῶν καὶ ἐν εὐθυμίᾳ διάγων; Ὅτι στόμα διῇρε καὶ γλῶσσαν ἐκίνησεν οἴκοι καθήμενος; Ἀλλὰ τοῦτο καὶ τῷ τυχόντι ῥᾴδιον καὶ τῷ σφόδρα ἀναπεπτωκότι καὶ τὸν ὑγρὸν καὶ διαλελυμένον ζῶντι βίον. Νῦν μέντοι τῶν τραυμάτων, τῶν θανάτων, τῶν δρόμων τῶν κατὰ γῆν καὶ θάλασσαν, τῆς ἀθυμίας αὐτῆς, τῶν δακρύων, τῶν ὀδυνῶν· «Τριετίαν γάρ, φησίν, οὐκ ἐπαυσάμην νύκτα καὶ ἡμέραν μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον ὑμῶν», μετὰ πολλῆς παρρησίας λήψεται τὰς ἀντιδόσεις καὶ τοὺς στεφάνους.