# Epistulae ad Olympiadem (epist. 1-17) 13.3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17), Letter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/epistulae-ad-olympiadem-epist-1-17/13.3.1

Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δὲ ἐκεῖ, οἶσθα ἡλίκα τοῖς τοσαῦτα ἐργασαμένοις κακά. Τούτους οὖν χρὴ δακρύειν, τούτους θρηνεῖν, ἐπεὶ καὶ Παῦλος οὕτως ἐποίει, τοῖς μὲν ἀθλοῦσι καὶ ἀγωνιζομένοις καὶ κακῶς πάσχουσι συνηδόμενος, τοὺς δὲ ἁμαρτάνοντας πενθῶν· διὸ καὶ ἔλεγε· «Μήπως ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν.» Τοῖς δὲ ἀγωνιζομένοις· «Χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν.» Μηδὲν τοίνυν σε θορυβείτω μήτε τῶν γενομένων, μήτε τῶν ἀπειλουμένων. Οὐδὲ γὰρ τὴν πέτραν διασαλεύει τὰ κύματα, ἀλλ' ὅσῳ μετὰ πλείονος προσρήγνυνται τῆς ῥύμης, τοσούτῳ μειζόνως ἑαυτὰ ἀφανίζει· ὃ δὴ καὶ ἐπὶ τούτων καὶ γέγονε καὶ ἔσται, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Τὴν μὲν γὰρ πέτραν οὐ διασαλεύει τὰ κύματα· σὲ δὲ οὐ μόνον οὐ διεσάλευσεν, ἀλλὰ καὶ ἰσχυροτέραν πεποίηκεν. Τοιοῦτον γὰρ ἡ κακία, τοιοῦτον ἡ ἀρετή. Ἡ μὲν πολεμοῦσα, καταλύεται· ἡ δὲ πολεμουμένη, διαλάμπει μειζόνως. Καὶ ἡ μὲν οὐ μετὰ τοὺς ἀγῶνας μόνον, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς ἀγῶσιν ἔχει τὰ βραβεῖα καὶ ὁ ἆθλος ἔπαθλον αὐτῇ γίνεται· ἡ δὲ ὅταν νικήσῃ, τότε μάλιστα καταισχύνεται, τότε κολάζεται, τότε πολλῆς πληροῦται τῆς ἀτιμίας καὶ πρὸ τῆς ἀποκειμένης αὐτῇ κολάσεως, ἐν αὐτῷ τῷ πράττειν τιμωρουμένη, οὐχὶ μετὰ τὸ πρᾶξαι μόνον. Εἰ δὲ ἀσαφέστερος ὁ λόγος, ἄκουσον τοῦ μακαρίου Παύλου ταῦτα ἀμφότερα διακρίνοντος. Γράφων γάρ ποτε Ῥωμαίοις καὶ τὸν ἀκάθαρτόν τινων ἐκπομπεύων βίον καὶ δεικνὺς ὅτι καὶ πρὸ τῆς τιμωρίας ἐν αὐτῇ τῇ πράξει τὴν τιμωρίαν ἡ ἁμαρτία συγκεκληρωμένην ἔχει, μίξεων παρανόμων μνησθεὶς γυναικῶν τε καὶ ἀνδρῶν τῶν τοὺς ὅρους τῆς φύσεως ὑπερβαινόντων καὶ ἐπιθυμίαν τινὰ ἀλλόκοτον ἐπινοησάντων, οὕτω πώς φησιν· «Αἱ γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. Ὁμοίως δὲ καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.» Τί λέγεις, ὦ Παῦλε; Καὶ μὴν ἥδονται οἱ ταῦτα τολμῶντες καὶ μετ' ἐπιθυμίας τὴν παράνομον ταύτην ἐργάζονται μίξιν. Πῶς οὖν αὐτοὺς ἔφης κολάζεσθαι ἐν αὐτῷ δὴ τούτῳ; Ὅτι τὴν ψῆφον, φησίν, οὐκ ἀπὸ τῆς ἡδονῆς τῶν νοσούντων, ἀλλ' ἀπὸ τῆς τῶν πραγμάτων ἐκφέρω φύσεως. Ἐπεὶ καὶ ὁ μοιχὸς καὶ πρὸ τῆς τιμωρίας, ἐν αὐτῷ τῷ μοιχεύειν κολάζεται, κἂν ἥδεσθαι δοκῇ τὴν ψυχὴν χείρονα ποιῶν καὶ φαυλοτέραν. Καὶ ὁ ἀνδροφόνος, πρὶν ἢ δικαστήριον ἰδεῖν καὶ ξίφη ἠκονημένα καὶ δοῦναι εὐθύνας τῶν τετολμημένων, ἐν αὐτῷ τῷ φονεύειν ἀπόλωλεν, πάλιν καὶ αὐτὸς φαυλοτέραν ἑαυτῷ κατασκευάζων τὴν ψυχήν. Καὶ ὅπερ ἐστὶν ἐπὶ σώματος ἀρρωστία, πυρετὸς ἢ ὕδερος ἢ ἄλλο τι τῶν τοιούτων, καὶ ἐπὶ σιδήρου ἰός, καὶ ἐπὶ ἐρίου σής, καὶ ἐπὶ ξύλου σκώληξ, τοῦτο ἐπὶ ψυχῆς κακία. Καὶ γὰρ ἀνδραποδώδη αὐτὴν ποιεῖ καὶ ἀνελευθέραν· τί λέγω ἀνδραποδώδη καὶ ἀνελευθέραν; Ἀλόγων αὐτὴν ἐργάζεται ψυχήν, τὴν μὲν λύκου, τὴν δὲ κυνός, τὴν δὲ ὄφεως, τὴν δὲ ἐχίδνης, τὴν δὲ ἑτέρου θηρίου ποιοῦσα. Καὶ τοῦτο δηλοῦντες οἱ προφῆται καὶ τὴν ἐκ τῆς κακίας μεταβολὴν πᾶσι γνώριμον ποιοῦντες, ὁ μὲν ἔλεγε· «Κύνες ἐνεοὶ οὐ δυνάμενοι ὑλακτεῖν», τοὺς ὑπούλους τῶν ἀνθρώπων καὶ λαθραίως ἐπιβουλεύοντας τοῖς λυττῶσι τῶν κυνῶν παραβάλλων. Οὐδὲ γὰρ μετὰ ὑλακῆς, ὅταν λυττῶσιν, ἐπέρχονται ἐκεῖνοι, ἀλλὰ σιγῇ προσιόντες χείρονα τῶν ὑλακτούντων ἐργάζονται τοὺς ἁλόντας. Ὁ δὲ «κορώνην» ἐκάλει πάλιν τινὰς ἀνθρώπους. Ὁ δὲ ἔλεγεν· «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.» Ὁ δὲ περισσότερος προφητῶν, ὁ τῆς στείρας υἱός, καὶ «ὄφεις καὶ γεννήματα ἐχιδνῶν» παρὰ τὸν Ἰορδάνην ἑστὼς τινὰς ὠνόμασεν. Τί ταύτης τοίνυν ἴσον γένοιτ' ἂν τῆς τιμωρίας, ὅταν ὁ κατ' εἰκόνα Θεοῦ γενόμενος καὶ τοσαύτης ἀπολαύσας τιμῆς, τὸ λογικὸν καὶ ἡμερώτατον ζῶον, εἰς τοσαύτην καταπίπτει θηριωδίαν;

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg088.local001/.
