Ancient Greek · ~15 min
Letter 13
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17) 13.4.1
Not analysed yet
Εἶδες πῶς καὶ πρὸ τῆς κολάσεως ἐν ἑαυτῇ τὴν τιμωρίαν ἡ κακία ἔχει; Μάθε πῶς καὶ ἐν τῇ ἀρετῇ καὶ πρὸ τῶν ἐπάθλων αὐτὴ ἑαυτῆς ἔπαθλον ἡ ἀρετὴ γίνεται. Ὥσπερ οὖν ἐν τῷ σώματι—οὐδὲν γὰρ κωλύει πάλιν τῷ αὐτῷ χρήσασθαι παραδείγματι πολλὴν ἐργαζομένῳ τὴν σαφήνειαν—, ὥσπερ οὖν ἐν τῷ σώματι, ὁ ὑγιαίνων καὶ εὐσωματῶν καὶ πάσης ἀπηλλαγμένος ἀρρωστίας καὶ πρὸ τῆς τρυφῆς αὐτὸ τοῦτο τρυφᾷ συγκεκληρωμένην ἔχων τῇ ὑγιείᾳ τὴν ἡδονήν, καὶ οὔτε ἀέρων αὐτὸν ἀνωμαλίαι, οὔτε αὐχμός, οὔτε κρυμός, οὐδὲ εὐτέλεια τραπέζης, οὐκ ἄλλο τι τῶν τοιούτων λυπῆσαι δύναιτ' ἄν, ἀρκούσης τῆς ὑγιείας τὴν ἐκ τούτων διακρούσασθαι βλάβην, οὕτω δὴ καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθε. Διὰ τοῦτο καὶ ὁ Παῦλος μαστιγούμενος, ἐλαυνόμενος, τὰ μυρία πάσχων δεινά, ἔχαιρεν οὕτω λέγων· «Χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν.» Οὐ μόνον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν τὸ ἔπαθλον κεῖται τῆς ἀρετῆς, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ πάσχειν, ἐπεὶ καὶ τοῦτο μέγιστον ἔπαθλον τὸ ὑπὲρ ἀληθείας τι παθεῖν. Διὰ τοῦτο καὶ ὁ χορὸς τῶν ἀποστόλων ἐπανῄεσαν ἐκ τοῦ συνεδρίου τῶν Ἰουδαίων χαίροντες, οὐ διὰ τὴν βασιλείαν μόνον τῶν οὐρανῶν, ἀλλ' ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος Ἰησοῦ ἀτιμασθῆναι. Καὶ αὐτὸ γὰρ τοῦτο καὶ καθ' ἑαυτὸ μεγίστη τιμὴ καὶ στέφανος, καὶ βραβεῖα, καὶ ἡδονῆς ὑπόθεσις ἀμαράντου. Χαῖρε τοίνυν καὶ σκίρτησον. Οὐ γὰρ μικρὸς ἆθλος, ἀλλὰ καὶ σφόδρα μέγας οὗτος ὁ τῆς συκοφαντίας ἐστί, καὶ μάλιστα ὅταν ἐπὶ τοιούτῳ μεγάλῳ ἐγκλήματι γίνηται ἐφ' ᾧ νῦν ὑμᾶς ἐσυκοφάντησαν ἐν δημοσίῳ δικαστηρίῳ τὸν ἐμπρησμὸν ἐγκαλοῦντες. Διὸ καὶ Σαλομὼν τὸ τραχὺ τοῦ ἀγῶνος παραστῆσαι βουλόμενος· «Εἶδον, φησί, τὰς συκοφαντίας τὰς γινομένας ὑπὸ τὸν ἥλιον, καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἦν αὐτοὺς ὁ παρακαλῶν.» Εἰ δὲ μέγας ὁ ἀγών, ὥσπερ οὖν μέγας, εὔδηλον ὅτι καὶ ὁ κείμενος ἐπὶ τούτῳ στέφανος μείζων. Διὰ τοῦτο καὶ ὁ Χριστὸς κελεύει χαίρειν καὶ σκιρτᾶν τοὺς τοῦτον ἀγωνιζομένους τὸν ἀγῶνα μετὰ τῆς προσηκούσης ὑπομονῆς. «Χαίρετε γάρ, φησί, καὶ σκιρτήσατε, ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.» Ὁρᾷς πόσης ἡδονῆς, πόσου μισθοῦ, πόσης εὐφροσύνης ἡμῖν αἴτιοι οἱ πολέμιοι γεγόνασι; Πῶς οὖν οὐκ ἄτοπον ἃ μὴ ἠδυνήθησάν σε ἑργάσασθαι ἐκεῖνοι κακὰ ἀλλ' ὧν τὰ ἐναντία πεποιήκασι, ταῦτα σαυτῇ διατιθέναι; Τί δέ ἐστιν ὅ φημι; Ἐκεῖνοι μὲν οὐ μόνον σε δίκην ἀπαιτῆσαι οὐκ ἴσχυσαν, ἀλλὰ καὶ ἀφορμήν σοι παρέσχον εὐφροσύνης καὶ ἡδονῆς ὑπόθεσιν ἀμαράντου. Σὺ δὲ οὕτω σαυτὴν κατατείνουσα ὑπὸ τῆς ἀθυμίας δίκην σαυτὴν ἀπαιτεῖς, συγχεομένη, ταραττομένη, πολλῆς πληρουμένη λύπης. Ταῦτα γὰρ ἐκείνους ἔδει ποιεῖν, εἴ γε ὀψὲ γοῦν ποτε τὰ οἰκεῖα ἠβουλήθησαν ἐπιγνῶναι κακά. Ἐκεῖνοι πενθεῖν δίκαιοι ἂν εἶεν νῦν, θρηνεῖν, καταδύεσθαι, ἐγκαλύπτεσθαι, κατορωρῦχθαι, μηδὲ τὸν ἥλιον τοῦτον ὁρᾶν, ἀλλ' ἐν σκότῳ που κατακλείσαντες ἑαυτοὺς τά τε οἰκεῖα θρηνεῖν κακὰ καὶ οἷς τοσαύτας Ἐκκλησίας περιέβαλον· σὲ δὲ ἀγάλλεσθαι καὶ χαίρειν χρὴ ὅτι τὸ κεφάλαιόν σοι τῶν ἀρετῶν κατώρθωται. Οἶσθα γάρ, οἶσθα σαφῶς, ὅτι ὑπομονῆς ἴσον οὐδέν, ἀλλ' αὕτη μάλιστά ἐστιν ἡ βασιλὶς τῶν ἀρετῶν, ὁ θεμέλιος τῶν κατορθωμάτων, λιμὴν ὁ ἀκύμαντος, ἡ ἐν πολέμοις εἰρήνη, ἡ ἐν κλύδωνι γαλήνη, ἡ ἐν ἐπιβουλαῖς ἀσφάλεια, ἡ τὸν κατωρθωκότα αὐτὴν ἀδάμαντος στερρότερον ποιοῦσα, ἣν οὐχ ὅπλα κινούμενα, οὐ στρατόπεδα παραταττόμενα, οὐ μηχανήματα προσαγόμενα, οὐ τόξα, οὐ δόρατα ἀφιέμενα, οὐκ αὐτὸ τῶν δαιμόνων τὸ στρατόπεδον, οὐχ αἱ ζοφεραὶ φάλαγγες τῶν ἀντικειμένων δυνάμεων, οὐκ αὐτὸς ὁ διάβολος μετὰ πάσης αὐτοῦ παραταττόμενος τῆς στρατιᾶς καὶ τῆς μηχανῆς παραβλάψαι δυνήσεται. Τί τοίνυν δέδοικας; Τίνος ἕνεκεν ἀλγεῖς καὶ αὐτοῦ τοῦ ζῇν μελετήσασα καταφρονεῖν, ἢν καιρὸς καλῇ; Ἀλλὰ λύσιν ἐπιθυμεῖς ἰδεῖν τῶν κατεχόντων κακῶν; Ἔσται καὶ τοῦτο καὶ ταχέως ἔσται τοῦ Θεοῦ ἐπιτρέποντος. Χαῖρε τοίνυν καὶ εὐφραίνου, καὶ ἐντρύφα σου τοῖς κατορθώμασι, καὶ μηδέποτε ἀπογνῷς ὅτι σε ὀψόμεθα πάλιν καὶ τῶν ῥημάτων σε ἀναμνήσομεν τούτων.