Ancient Greek · ~11 min
Letter 17
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae ad Olympiadem (epist. 1-17) 17.1.1
Not analysed yet
Τῆς σφοδρότητος ἕνεκεν τοῦ χειμῶνος καὶ τῆς τοῦ στομάχου ἡμῶν ἀσθενείας καὶ τῶν Ἰσαυρικῶν καταδρομῶν, μηδὲν ἕνεκεν ἡμῶν μερίμνα μηδὲ κατάτεινε σαυτὴν φροντίσιν. Ὁ μὲν γὰρ χειμὼν γέγονεν οἷον εἰκὸς ἐν Ἀρμενίᾳ εἶναι· οὐδὲν γὰρ δεῖ πλέον εἰπεῖν· ἡμᾶς δὲ οὐ μέγα τι παραβλάπτει. Ταῦτα γὰρ προορῶντες πολλὰ μηχανώμεθα πρὸς τὸ τὴν ἐντεῦθεν διακρούσασθαι βλάβην καὶ πῦρ ἀνακαίοντες συνεχῶς καὶ τὸ δωμάτιον ἔνθα καταμένομεν πανταχόθεν περιφράττοντες καὶ ἐπιβλήμασι κεχρημένοι πλείοσι καὶ διὰ παντὸς ἔνδον μένοντες. Ὅπερ ἐστὶ μὲν ἡμῖν ἐπαχθές, πλὴν διὰ τὸ ἐντεῦθεν κέρδος φορητόν. Ἕως γὰρ ἔνδον μένωμεν, οὐ σφόδρα κατατεινόμεθα τῷ κρυμῷ· ἐὰν δὲ ἀναγκασθῶμεν μικρὸν προελθεῖν καὶ τῷ ἔξω ὁμιλῆσαι ἀέρι, οὐ μικρὰν προστριβόμεθα βλάβην. Διὸ καὶ τὴν τιμιότητά σου παρακαλῶ καὶ ἐν μεγίστης αἰτῶ χάριτος μέρει πολλὴν ποιεῖσθαι ἐπιμέλειαν, ὥστε τὴν τοῦ σώματός σου διορθοῦν ἀσθένειαν. Ποιεῖ μὲν γὰρ νόσον καὶ ἀθυμία· ὅταν δὲ καὶ σῶμα πεπονηκὸς ᾖ καὶ ἐξησθενημένον, καὶ ἐν ἀμελείᾳ κέηται πολλῇ, καὶ μήτε ἰατρῶν ἀπολαύῃ μήτε ἀέρων εὐκρασίας μήτε τῆς τῶν ἐπιτηδείων ἀφθονίας, ἐννόησον ὅτι οὐ μικρὰ ἐντεῦθεν προσθήκη γίνεται τοῦ δεινοῦ. Διὸ παρακαλῶ σου τὴν τιμιότητα καὶ ἰατροῖς διαφόροις καὶ ἐμπείροις καὶ φαρμάκοις χρῆσθαι τοῖς τὰ τοιαῦτα διορθοῦν δυναμένοις. Ἐπεὶ καὶ ἡμεῖς πρὸ τούτων τῶν ὀλίγων ἡμερῶν, εὐεμπτώτως ἡμῖν ἔχοντος τοῦ στομάχου πρὸς τοὺς ἐμέτους ἐκ τῆς τοῦ ἀέρος καταστάσεως τῇ τε ἄλλῃ ἐπιμελείᾳ χρησάμενοι καὶ τῷ φαρμάκῳ τῷ ἀπεσταλμένῳ παρὰ τῆς κυρίας μου τῆς κοσμιωτάτης Συγκλητίου, καὶ οὐ δεηθέντες πλέον ἢ τριῶν ἡμερῶν αὐτὸ ἐπιθεῖναι διωρθώσαμεν αὐτοῦ τὴν ἀσθένειαν. Παρακαλῶ τοίνυν καὶ αὐτήν σε χρήσασθαι τούτῳ καὶ παρασκευάσαι πάλιν ἡμῖν ἐξ αὐτοῦ πεμφθῆναι. Καὶ γὰρ πάλιν αἰσθανόμενοί τινος ἀνατροπῆς, πάλιν αὐτῷ ἐχρησάμεθα καὶ τὸ πᾶν διωρθώσαμεν. Καὶ γὰρ φλεγμονὰς καταστέλλει τὰς ἐν τῷ βάθει, νοτίδα ἀνιμᾶται καὶ συμμέτρως ἐστὶ θερμὸν καὶ τόνον ἐντίθησιν οὐ τὸν τυχόντα καὶ ὄρεξιν διεγείρει τὴν πρὸς τὰ σιτία καὶ τούτων ἁπάντων ἡμῖν ἐν ὀλίγαις ἡμέραις πεῖραν παρέσχεν. Ποίησον τοίνυν παρακληθῆναι τὸν δεσπότην μου τὸν αἰδεσιμώτατον Θεόφιλον τὸν κόμητα, ὥστε πάλιν ἐξ αὐτοῦ κατασκευάσαι ἡμῖν καὶ ἀποστεῖλαι. Καὶ μή σε λυπείτω τὸ ἐνταῦθα ἡμᾶς χειμάζειν· καὶ γὰρ πολλῷ ῥᾷον καὶ ὑγιεινότερον νῦν ἢ πέρυσι διακείμεθα, ὥστε εἰ καὶ αὐτὴ τὴν προσήκουσαν ἐπιμέλειαν ἐποιοῦ, πολλῷ ἂν ἄμεινον διετέθης. Εἰ δὲ ἐξ ἀθυμίας φῂς τετέχθαι σοι τὰ νοσήματα, πῶς πάλιν ἐπιστολὰς ζητεῖς παρ' ἡμῶν μηδὲν ἐντεῦθεν εἰς εὐθυμίαν καρπωσαμένη, ἀλλ' οὕτω τῇ τυραννίδι τῆς ἀθυμίας βαπτισθεῖσα ὡς καὶ ἐπιθυμεῖν νῦν τῆς ἐντεῦθεν ἀποδημίας; Οὐκ οἶσθα ὅσος καὶ ἀρρωστίας κεῖται μισθός; Οὐ πολλάκις σοι καὶ παρὼν καὶ δι' ἐπιστολῶν ταύτης ἕνεκα διείλεγμαι τῆς ὑποθέσεως; Ἀλλ' ἐπειδὴ ἴσως ἢ ὁ τῶν πραγμάτων ὄχλος ἢ αὐτὴ τῆς ἀρρωστίας ἡ φύσις καὶ αἱ ἐπάλληλοι περιστάσεις οὐκ ἐῶσί σε διηνεκῶς ἔναυλον ἔχειν τῶν εἰρημένων τὴν μνήμην, ἄκουε πάλιν τὰ αὐτὰ ἐπᾳδόντων ἡμῶν τοῖς ἕλκεσί σου τῆς ἀθυμίας· «Τὰ γὰρ αὐτὰ γράφειν, φησίν, ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές.»